Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/453

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐν τῷ δευτέρῳ σταθμῷ πάμπολύ τι λέγεται σκορπίων πλῆθος γίνεσθαι, ὥστε τὸν τῶν Περσῶν βασιλέα, ὁπότε διίοι, πρὸ τριῶν ἡμερῶν προστάττειν πᾶσι θηρεύειν αὐτούς, καὶ τῷ πλείστους θηράσαντι δῶρα διδόναι. εἰ γὰρ τοῦτο μὴ γένοιτο, ὁ χῶρος ἄβατός ἐστιν· ὑπὸ παντὶ γὰρ λίθῳ καὶ βώλῳ πάσῃ σκορπίος ἐστί. λέγουσι δὲ καὶ ὑπὸ σκολοπενδρῶν ἐξαναστῆναι Ῥοιτιεῖς· τοσοῦτο πλῆθος αὐτοῖς ἐπεφοίτησε τούτων. φασὶ δὲ καὶ ἐν Κυρήνῃ μυῶν διάφορα γίνεσθαι γένη οὐ μόνον ταῖς χρόαις, ἀλλὰ καὶ ταῖς μορφαῖς· ἐνίους γὰρ αὐτῶν πλατυπροσώπους εἶναι καθάπερ τὰς γαλᾶς, καὶ αὖ πάλιν ἄλλους ἐχινώδεις, οὕσπερ οὖν καὶ οἱ ἐπιχώριοι καλοῦσι ἐχινέας. ἐν Αἰγύπτῳ δὲ ἀκούω δίποδας εἶναι μῦς, καὶ μεγίστους. μεγέθει φύεσθαι, τοῖς γε μὴν ἐμπροσθίοις ποσὶν ὡς χερσὶ χρῆσθαι· εἶναι γὰρ αὐτοὺς τῶν ὄπισθεν βραχυτέρους. βαδίζουσι δὲ ὀρθοὶ ἐπὶ τοῖν δυοῖν ποδοῖν· ὅταν δὲ διώκωνται, πηδῶσι. Θεόφραστος λέγει ταῦτα.

27 Λέγει τις λόγος τοὺς ὄρνιθας τοὺς ἀτταγᾶς μετακομισθέντας ἐς Αἴγυπτον ἐκ Λυδίας καὶ ἀφεθέντας ἐς τὰς ὕλας τὰ μὲν πρῶτα ὄρτυγος φωνὴν ἀφιέναι· χρόνῳ δὲ ὕστερον τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο, καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο. οὐ διέλιπον οὖν οἱ ὄρνιθες οὗτοι πολλῷ σαφέστερον καὶ ἐναρθρότερον παιδίου φθέγμα ἀφιέντες καὶ λέγοντες ῾τρὶς τοῖς κακοῖς τὰ κακά.᾿ λέγει δὲ ὁ αὐτὸς λόγος ὅτι συλληφθέντες καὶ ἀγρευθέντες οὐ μόνον οὐ τιθασεύονται, ἀλλὰ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν ἣν πρότερον ἠφίεσαν· ἡ δουλεία γὰρ αὐτῶν καταψηφίζεται σιωπήν. ἐὰν δὲ ἀφεθῶσι καὶ ἐλεύθερον ἁπλώσωσι τὸ πτερόν, καὶ ἐς ἤθη τὰ ἑαυτῶν