Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/451

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτῇ ὁμιλῆσαι· ἣ δὲ ἀποδιδράσκουσα ἦλθεν ἐς Μίλητον καὶ ἐδεήθη Πομπίλου τινὸς θαλαττουργοῦ, ἵνα αὐτὴν διαγάγοι τὸν πορθμόν· ὃ δὲ ὑπήκουσεν. ἐπιφανεὶς δὲ ὁ Ἀπόλλων τὴν μὲν κόρην ἁρπάζει, τὴν δὲ ναῦν λίθον ἐργάζεται, τὸν δὲ Πομπίλον ἐς τὸν ἰχθὺν τοῦτον μετέβαλεν.

24 Ἰνδοὶ δὲ ἄρα καὶ περὶ τοὺς βοῦς τοὺς δρομικοὺς τίθενται σπουδήν. καὶ ὑπὲρ τῆς ὠκύτητος τῆς ἐκείνων ἁμιλλῶνται βασιλεύς τε αὐτὸς καὶ τῶν ἀρίστων πολλοί, καὶ ποιοῦνται ῥήτρας ἐπὶ χρυσίῳ παμπόλλῳ καὶ ἀργυρίῳ, καὶ οὐχ ἡγοῦνται αἰσχρὸν εἶναι ἐρίζεσθαι ὑπὲρ τῶνδε τῶν ζῴων, συνωρίζουσι δὲ αὐτοὺς ἄρα καὶ ὑπὲρ τῆς νίκης κυβεύουσιν. οἱ μὲν οὖν ἵπποι ζύγιοι θέουσιν, οἱ δὲ βοῦς παράσειροι, καὶ ἐγχρίμπτει τῇ νύσσῃ ὁ ἕτερος, καὶ δεῖ δραμεῖν σταδίους τριάκοντα. ἴσοι δὲ τοῖς ἵπποις οἱ βόες συνθέουσι, καὶ οὐκ ἂν ἀποκρίνειας τὸν ὠκύτερον οὔτε βοῦν οὔτε ἵππον. ἐὰν δέ ποτε ὁ βασιλεὺς πρός τινα ὑπὲρ τῶν ἑαυτοῦ βοῶν σύνθηται, ἐς τοσαύτην προχωρεῖ φιλονεικίαν, ὡς αὐτὸς ἐφ᾽ ἅρματος ἕπεσθαι, καὶ παρορμᾶν τὸν ἡνίοχον. ὃ δὲ ἄρα τοὺς μὲν ἵππους ἐξαιμάττει τῷ κέντρῳ, τῶν δὲ βοῶν τὴν χεῖρα ἀνέχει· ἀκέντητοι γὰρ θέουσι. τοσαύτη δέ ἐστι περὶ τὴν βοεικὴν ἅμιλλαν ἡ φιλοτιμία, ὡς μὴ μόνους τοὺς πλουσίους ὑπὲρ αὐτῶν ἐπὶ πολλῷ φιλονεικεῖν μηδὲ τοὺς δεσπότας ἀλλὰ καὶ τοὺς θεωμένους, οἷα δήπου καὶ ὁ Ἰδομενεὺς ὁ Κρὴς καὶ ὁ Λοκρὸς Αἴας παρ᾽ Ὁμήρῳ φιλονεικοῦντε ἀποδείκνυσθον. εἰσὶ δὲ καὶ ἕτεροι παρ᾽ αὐτοῖς βόες, ἰδεῖν κατὰ τοὺς μεγίστους τράγους· καὶ αὐτοὶ δὲ καθ᾽ ἑαυτοὺς ζεύγνυνται, καὶ τρέχουσιν ὤκιστα, καὶ τῶν ἵππων γε τῶν Γετικῶν οὐκ εἰσὶ νωθέστεροι.