Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/446

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὡς καταγνῶναι νωθείαν αὐτοῦ καὶ οὐδένειαν. δακὼν δὲ νύγμα ἐργάζεται, καὶ τοῦτό γε ἰδεῖν ἐστι παραχρῆμα κυανοῦν, καρδιώττει γε μὴν ὁ πληγεὶς μάλα οἴκτιστα, ἐκκρίνει δὲ ἡ γαστὴρ ὀχετούς. νὺξ δὲ ἀφίκετο ἡ πρώτη, καὶ αἷμα ἐκρεῖ διά τε ῥινῶν καὶ αὐχένος καὶ μέντοι καὶ δι᾽ ὤτων σὺν ἰῷ χολώδει, οὖρα δὲ ἀφίησιν ὕφαιμα ἡ κύστις. εἰ δὲ καὶ ὠτειλαί εἰσί τινες παλαιαὶ περὶ τὸ σῶμα, ῥήγνυνται καὶ αὗται. εἰ δὲ θῆλυς αἱμόρρους κρούσει τινὶ μεθίησιν ἐκ τῶν ὀνύχων ἄκρων, καὶ ἐς τὰ οὖλα ὁ ἰὸς ἀναθεῖ, καὶ αἷμα ἐκχεῖται πάμπολυ, καὶ ἐκθλίβονται τῶν οὔλων οἱ ὀδόντες. τούτῳ φασὶ τῷ θηρίῳ περιπεσεῖν ἐν Αἰγύπτῳ τὸν τοῦ Μενέλεω κυβερνήτην Κάνωβον Θώνιδος βασιλεύοντος, καὶ συνεῖσαν τὴν Ἑλένην τοῦ δακέτου τὴν ἰσχὺν κατάξαι μὲν αὐτοῦ τὴν ῥάχιν, ἐξελεῖν δὲ τὸ φάρμακον. ἐς τίνα δὲ ἄρα χρείαν ἔσπευσε λαβεῖν τὸ θησαύρισμα τοῦτο, οὐκ οἶδα.

14 Κομίζουσι δὲ ἄρα τῷ σφετέρῳ βασιλεῖ οἱ Ἰνδοὶ τίγρεις πεπωλευμένους καὶ τιθασοὺς πάνθηρας καὶ ὄρυγας τετράκερως, βοῶν δὲ γένη δύο, δρομικούς τε καὶ ἄλλους ἀγρίους δεινῶς. ἐκ τούτων γε τῶν βοῶν καὶ τὰς μυιοσόβας ποιοῦνται, καὶ τὸ μὲν ἄλλο σῶμα παμμέλανές εἰσιν οἵδε, τὰς δὲ οὐρὰς ἔχουσι λευκὰς ἰσχυρῶς. καὶ περιστερὰς ὠχρὰς κομίζουσιν, ἅσπερ οὖν καὶ λέγουσι μήτε ἡμεροῦσθαι μήτε ποτὲ πραΰνεσθαι, καὶ ὄρνιθας δέ, οὓς κερκορώνους φιλοῦσιν ὀνομάζειν, καὶ κύνας γενναίους, ὑπὲρ ὧν ἄνω μοι λέλεκται, καὶ πιθήκους λευκοὺς καὶ μελαντάτους ἄλλους· τοὺς γάρ τοι πυρροὺς ὡς γυναιμανεῖς ἐς τὰς πόλεις οὐκ ἄγουσιν, ἀλλὰ καί ποθεν ἐπιπηδήσαντες ἀναιροῦσιν, ὡς μοιχοὺς μεμισηκότες.

15 Ἰνδῶν δὲ ὁ μέγας βασιλεὺς μιᾶς ἡμέρας ἀνὰ πᾶν