Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/444

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοὺς καλουμένους γαλεοὺς ἔχων. οἱ μὲν γάρ εἰσι σελάχη καὶ πελάγιοι, καὶ ἐς μέγεθος προήκοντες εἶτα μέντοι κυνὶ ἐοίκασιν· ἡ γαλῆ δέ, φαίης ἂν αὐτὴν εἶναι τὸν καλούμενον ἥπατον. ἰχθὺς δὲ ἔστιν αὕτη βραχύς, καὶ τὼ ὀφθαλμὼ ἐπιμέμυκε· κόρας δὲ ἔχει κυανοῦ χρόᾳ προσεικασμένας. καὶ τὸ μὲν γένειον ἔχει τοῦ ἡπάτου μεῖζον, ἡττᾶται δὲ αὖ πάλιν τοῦ χρέμητος κατά γε τοῦτο. πετραίαν δὲ οὖσαν τὴν γαλῆν καὶ νεμομένην φυκία ἀκούω πάντων σωμάτων οἷς ἂν νεκροῖς ἐντύχῃ τοὺς ὀφθαλμοὺς καὶ ταύτην ὡς τὴν χερσαίαν ἐσθίειν. χρῶνται δὲ αὐτῇ ἐς τὰ ὅμοια ἁλιεῖς ὅσοι κατὰ τοὺς Ἠπειρώτας φαρμακεύουσι πονηροὶ καὶ οὗτοι σοφισταὶ κακῶν. ἐπεὶ δὲ ὠμοβόρον ἐστὶ τὸ τῶν ἰχθύων τῶνδε φῦλον, πᾶν τὸ ταῖς ὑδροθηρίαις γένος συμβιοῦν καὶ τὰς ὑποδύσεις τὰς κατωτάτω μετιὸν μελαίνουσι τὰς ἑαυτῶν βάσεις καὶ τὰ κοῖλα τῶν χειρῶν, ἀφανίζειν πειρώμενοι τὴν ἐξ αὐτῶν αὐγήν· τὰ γάρ τοι τῶν ἀνθρώπων μέλη, ὡς ὅτι μάλιστα ἐκλάμποντα ἐν τῷ ὕδατι, ἐφολκὰ τῶν ἰχθύων τούτων ἐστίν.

12 Χῆμαι δὲ θαλάττιαι ζῷόν εἰσι καὶ αὗται διάφορον· αἳ μὲν γὰρ αὐτῶν τραχεῖαι πεφύκασιν, αἳ δὲ λεῖαι πάνυ· καὶ τὰς μὲν τοῖς δακτύλοις πιέσας συνθλάσεις, τὰς δὲ συντρίψεις λίθῳ· καὶ αἳ μὲν αὐτῶν μελάνταται τὴν χρόαν εἰσίν, αἳ δέ, ἀργύρῳ φαίης ἂν αὐτὰς προσεοικέναι, αἳ δὲ ἀνακραθείσας περίκεινται τὰς χρόας τὰς προειρημένας. γένη δὲ αὐτῶν διάφορα καὶ εὐναὶ πάνυ ποικίλαι· αἳ μὲν γὰρ ἐν ταῖς ψάμμοις κεῖνται διεσπαρμέναι ταῖς τῶν αἰγιαλῶν, διαναπαύονταί τε κατὰ τῆς ἰλύος, αἳ δὲ ὑπόκεινται τῷ βρύῳ, αἳ δὲ εἰλημμέναι τῶν σπιλάδων εἶτα αὐταῖς προσέχονται μάλα ἐγκρατῶς. ἐν δὲ τῇ καλουμένῃ Ἰστριάδι θαλάττῃ αἵδε αἰ χῆμαι κατὰ τὴν ὥραν τὴν