Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/441

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Γεράνων μὲν οὖν πέρι τῶν πτηνῶν ἐν τοῖς προτέροις λόγοις εἰπεῖν ἐμαυτὸν καλῶς οἶδα, θαλάττιον δὲ γέρανον ἰχθὺν Κορινθίῳ πελάγει ἔντροφον ἀκοῦσαί φημι. ἐπικλίνει δὲ ἄρα τοῦτο τὸ πέλαγος, ἔνθα ὁ γέρανος ἀνιχνεύθη οὗτος, τῷ πρὸς τὰς Ἀθήνας πελάγει τοῦ ἰσθμοῦ κατὰ τὴν πλευρὰν τὴν ἐς αὐτὰς ὁρῶσαν. μῆκος μὲν οὖν ἦν προήκων ἐς πεντεκαίδεκά που πόδας μεμετρημένους δικαίῳ μέτρῳ, ἐγχέλεως δὲ εἶχεν, ὡς ἀκούω, οὐ μέντοι τῆς μεγίστης τὸ πάχος. κεφαλὴ δὲ ἄρα ἐκείνῳ καὶ στόμα γεράνου ἐστὶ τῆς πτηνῆς, λεπίδες δὲ αὐτῷ, γεράνου πτερὰ καὶ ταύτας εἴποις ἄν. ἔρχεται δὲ οὐχ ἑλικτὴν τὴν νῆξιν, ὥσπερ οὖν οἱ τῶν ἰχθύων κατὰ τὰς ἐγχέλεις στενοὶ καὶ μακροί. ἔχει δὲ ῥώμην καὶ μάλα ἁλτικήν· πηδᾷ γοῦν ὥσπερ ἀπὸ νευρᾶς οἰστὸς ἀφεθείς. λέγουσιν οὖν οἱ λόγοι οἱ μὲν Ἐπιδαύριοι τοῦτο τὸ ζῷον οὐδενὸς ἰχθύος ἔκγονον, ἀλλὰ τὰς πτηνὰς γεράνους φευγούσας τὸν Θρᾴκιον κρυμὸν καὶ τὸν ἑσπέριον τὸν ἄλλον ἐμπίπτειν μὲν τῷ πνεύματι, τάς γε μὴν θηλείας ἐς μίξιν οἰστρᾶσθαι, τοὺς δὲ ἄρρενας αὐταῖς ἐπιφλέγεσθαι, καὶ μέντοι καὶ ἐς τὴν πρὸς αὐτὰς ὁμιλίαν κυμαίνειν, καὶ διὰ ταῦτά τοι καὶ ἀναβαίνειν αὐτὰς ἐθέλειν, τὰς δὲ οὐχ ὑπομένειν· μὴ γὰρ οἵας τε εἶναι μετέωρον μίξιν φέρειν· τοὺς δὲ ἐγκρατεῖς οὐκ ἔχοντας γενέσθαι τοῦ πόθου, ἐκβάλλειν τὴν γονήν. καὶ εἰ μὲν τύχοιεν ὑπὲρ γῆς φερόμενοι, τὴν δὲ ἐκπίπτειν ἐς οὐδὲ ἕν, ἀλλ᾽ ἀπόλλυσθαι ἄλλως· εἰ δὲ ὑπὲρ τοῦ πελάγους πέτοιντο, ἐνταῦθά τοι τὴν θάλατταν ὥσπερ οὖν θησαύρισμα παραλαβοῦσαν φυλάττειν ἔμβρυον, καὶ γεννᾶν τὸ ζῷον τοῦτο, ἀλλ᾽ οὐ διαφθείρειν ὥσπερ ἔς τινα ἄγονον καὶ στερίφην γαστέρα ἐμπεσόν. καὶ τούτων μὲν τῶν λόγων ἅτερος καὶ δὴ διηνύσθη ὁ