Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/437

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ οὔτε ἀντιτύπους οὔτε τραχείας. ταύτας οὖν, ὅταν ὁ ἰχθὺς οὗτος ὑπονήχηται, διαιρεῖσθαι καὶ ἀποδεικνύναι κύκλου ἡμίτομον, καὶ εἶναι σελήνης ὅσα ἰδεῖν τῆς διῃρημένης σχῆμα. καὶ ταῦτα μὲν Κύπριοι δὴ ἁλιεῖς φασιν· Δημοστράτου δὲ καὶ οὗτος ὁ λόγος. πληρουμένης μὲν τῆς σελήνης τὸν ἰχθὺν τόνδε ᾑρημένον πεπληρῶσθαί τε αὐτὸν καὶ πληροῦν καὶ τὰ δένδρα, ἐὰν τούτοις προσαρτήσῃς φέρων αὐτόν· ληγούσης δὲ ἄρα ὑποτετῆχθαι καὶ ἐκλείπειν, καὶ φυτοῖς προσαχθέντα αὐαίνειν αὐτά. ὀρυττομένων τε φρεάτων, ἐὰν μὲν τοῦ μηνὸς ὑποφαινομένου ἐς τὸ εὑρεθὲν ὕδωρ ἐμβάλῃ τις τὸν ἰχθὺν τοῦτον, ἀέναον ἔσται τὸ ὕδωρ καὶ οὐκ ἐπιλείψει ποτέ· εἰ δὲ ὑπολήγοντος, λήξει τὸ ὕδωρ. καὶ μέντοι καὶ ἐς πηγὴν ὑπανατέλλουσαν εἰ τὸν αὐτὸν ἐμβάλοις ἰχθύν, ἕξεις ἢ πεπληρωμένην αὐτὴν ἢ κενὸν τὸν χῶρον τὸ ἐντεῦθεν.

5 Ὅπως μὲν ἐσνέουσί τε ἐς τὴν Προποντίδα, καὶ ὅπως ἐκνέουσιν ἄρα οἱ θύννοι, οἶδα εἰπὼν ἄνω που τῶν λόγων τῶνδε· νοείτω δέ μοί τις ἐνταῦθα Ἡράκλειαν καὶ Τίον καὶ Ἄμαστριν, πόλεις Ποντικάς. οὐκοῦν οἱ τόνδε τὸν χῶρον πάντα οἰκοῦντες τὴν τῶν θύννων ἐπιδημίαν ἴσασι κάλλιστα, καὶ μέντοι καὶ ἀφικνοῦνται τηνικάδε τοῦ ἔτους, καὶ ὅπλα κατ᾽ αὐτῶν εὐτρέπισται πολλά, ναῦς καὶ δίκτυα καὶ σκοπιὰ ὑψηλή. σκοπιὰ δὲ ἄρα αὕτη ἐπί τινος αἰγιαλοῦ παγεῖσα ἀνέστηκεν ἐν περιωπῇ σφόδρα ἐλευθέρᾳ· καὶ αὐτῆς τὸ ποίημα περιηγήσασθαι ἐμοὶ μὲν οὐκ ἔστι μόχθος, σοὶ δὲ τῷ ἀκούοντι τῆς τῶν ὤτων τρυφῆς τ ἐκειν. δύο πρέμνα ἐλάτης ὑψηλὰ δοκίσι πλατείαις διειλημμένα ἕστηκε, πυκναῖς ταύταις διυφασμέναις καὶ ἀνελθεῖν τῷ σκοπῷ καὶ ἐπιβῆναι μάλα ἀγαθαῖς. αἱ δὲ ναῦς ἐρέτας ἑκάστη καὶ ἓξ ἔχει