Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/434

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μυῖαν θεάσηταί τις, ἡσυχῆ καὶ ὕφυδρος νέων ἔρχεται, κινῆσαι τὸ ἄνω δεδοικὼς ὕδωρ, ἵνα μὴ σοβήσῃ τὸ θήραμα. εἶτα ἐλθὼν πλησίον κατὰ τὴν σκιὰν αὐτῆς, ὑποχανὼν κατέπιε τὴν μυῖαν, ὡς οἶν ἐξ ἀγέλης λύκος ἁρπάσας ἢ χῆνα ἐξ αὐλῆς ἀετός· καὶ τοῦτο δράσας ὑπεσῆλθε τὴν φρίκην. ἴσασιν οὖν οἱ ἁλιεῖς τὰ πραττόμενα, καὶ ταῖσδε μὲν ταῖς μυίαις ἐς δέλεαρ τῶν ἰχθύων χρῶνται οὐδὲ ἕν· ἐὰν γὰρ αὐτῶν προσάψηται χεὶρ ἀνθρωπίνη, ἀφῄρηνται μὲν τὴν χρόαν τὴν συμφυῆ, μαραίνεται δὲ αὐταῖς τὰ πτερὰ καὶ ἄβρωτοι γίνονται τοῖς ἰχθύσι, καὶ διὰ ταῦτα οὐ προσίασιν αὐταῖς, ἀπορρήτῳ φύσει τὰς ᾑρημένας μεμισηκότες· σοφίᾳ δ᾽ οὖν περιέρχονται τοὺς ἰχθῦς ὑδροθηρικῇ, δόλον αὐτοῖς ἐπινοήσαντες οἷον. τῷ ἀγκίστρῳ περιβάλλουσιν ἔριον φοινικοῦν, ἥρμοσταί τε τῷ ἐρίῳ δύο πτερὰ ἀλεκτρυόνος ὑπὸ τοῖς καλλαίοις πεφυκότα καὶ κηρῷ τὴν χρόαν προσεικασμένα· ὀργυιᾶς δὲ ὁ κάλαμός ἐστι, καὶ ἡ ὁρμιὰ δὲ τοσοῦτον ἔχει τὸ μῆκος. καθιᾶσιν οὖν τὸν δόλον, ἑλκόμενος δὲ ὑπὸ τῆς χρόας ὁ ἰχθὺς καὶ οἰστρώμενος ἀντίος ἔρχεται, καὶ θοίνην ὑπολαμβάνων ἐκ τοῦ κάλλους τῆς ὄψεως ἕξειν θαυμαστήν, εἶτα μέντοι περιχανὼν ἐμπαλάσσεται τῷ ἀγκίστρῳ, καὶ πικρᾶς τῆς ἑστιάσεως ἀπολέλαυκεν ᾑρημένος.

2 Οἱ θαλάττιοι κριοί, ὧνπερ οὖν ὄνομα μὲν ἐς τοὺς πολλοὺς διαρρεῖ, ἱστορία δὲ οὐ πάνυ τι σαφής, εἰ μὴ ὅσον χειρουργίᾳ δείκνυται, χειμάζουσι μὲν περὶ τὸν Κύρνειόν τε καὶ Σαρδῷον πορθμόν, καὶ φαίνονταί γε καὶ ἔξαλοι. περινήχονται δὲ ἄρα αὐτοὺς καὶ δελφῖνες μεγέθει μέγιστοι. ὁ τοίνυν ἄρρην κριός, λευκὴν τὸ μέτωπον ταινίαν ἔχει περιθέουσαν (εἴποις ἂν Λυσιμάχου τοῦτο διάδημα ἢ Ἀντιγόνου ἤ τινος τῶν ἐν