Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/433

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νου πλῆρες ἰχθύων τὸ δίκτυον ἐκεῖνο τὴν περιτμηθεῖσαν ἐπωθεῖ τοῦ κρυστάλλου πέτραν καὶ συνεπάγει, καὶ οἵ γε ἐφεστῶτες ἁλιεῖς αὐτῇ ἐοίκασιν ἐπὶ νήσου φέρεσθαι πλωτῆς. ἴδια μὲν δὴ καὶ ταῦτα ἰχθύων τῶν ἐκεῖσε καὶ θήραις ἑτέραις οὐκ ἂν εἰκασμένα. δώσει δὲ Ὅμηρος εἰπεῖν μοι ὅτι καὶ διπλοῦν αἱροῦνται μισθὸν οἵδε οἱ ἄνδρες, τὸν μὲν ἐκ τοῦ ποταμοῦ, τὸν δὲ ἐκ τῆς γῆς, ὡς τοὺς αὐτοὺς εἶναι καὶ ναύτας καὶ γεωργούς.


ΙΕ

1 Θήραν ἰχθύων Μακέτιν ἀκούσας οἶδα, καὶ ἥδε ἡ θήρα ἐστί. Βεροίας τε καὶ Θεσσαλονίκης μέσος ῥεῖ ποταμὸς ὄνομα Ἀστραῖος. εἰσὶν οὖν ἐνταῦθα ἰχθύες τὴν χρόαν κατάστικτοι· τίνας δὲ αὐτοὺς οἱ ἐπιχώριοι καλοῦσι, Μακεδόνας ἐρέσθαι λῷόν ἐστιν. οὐκοῦν οὗτοι ποιοῦνται τροφὴν μυίας ἐπιχωρίους ἐν τῷ ποταμῷ πετομένας οὐδέν τι ταῖς ἀλλαχόθι μυίαις προσεικασμένας οὐδὲ μὴν σφηκῶν ὄψει παραπλησίας, οὐδ᾽ ἂν εἴποι τις ταῖς καλουμέναις ἀνθηδόσβι τὴν μορφὴν εἰκότως ἂν ἀντικρίνεσθαι τοῦτο τὸ ζῷον οὐδὲ ταῖς μελίτταις αὐταῖς· ἔχει δέ τινα τῶν προειρημένων ἑκάστου μοῖραν ἰδίαν. ἔοικεν οὖν τὸ μὲν θράσος μυίᾳ, τὸ δὲ μέγεθος εἴποις ἂν ἀνθηδόνα, σφηκὸς δὲ τὴν χρόαν ἀπεμάξατο, βομβεῖ δὲ ὡς αἱ μέλιτται. καλοῦσι δὲ ἵππουρον αὐτὴν πᾶν ὅσον ἐστὶν ἐπιχώριον. ἐκζητοῦσιν οὖν ἐπικείμεναι τῷ ῥεύματι τροφὴν τὴν ἑαυταῖς φίλην, οὐ μὴν δύνανται τοὺς ὑπονηχομένους λαθεῖν ἰχθύας. ὅταν οὖν αὐτῶν ἐπιπολάζουσαν τὴν