Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/432

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῖς κήτεσιν ἀριθμεῖσθαι, ἀλλ᾽ ἐν ἄστροις φέρεσθαι. καὶ τὼ μὲν μύθω ἐς τοσοῦτον ἐληξάτην· ἐμοὶ δὲ τὰ ἐκ τῶν θεῶν ἵλεα ἔστω, καὶ τά γε παρ᾽ ἐμοῦ ἔστω πρὸς αὐτοὺς εὔστομα. εἰ δέ τι θρασύτερον εἴρηται τοῖς μύθοις, ἐκείνων τὸ ἔγκλημα.

29 Ἔνθα ὁ Τάναρος ποταμὸς καὶ ὁ Ἠριδανὸς συμβάλλετον ῾οὗτος μὲν καὶ διὰ δόξης ἰὼν καὶ κλέους, ἐκεῖνος δὲ οὐ πάνυ τι γνώριμοσ᾽ ἐνταῦθά τοι θῆραι ναὶ μὰ Δία ἰχθύων ἴδιαι καὶ ἐς ἐμὲ ἥκουσαι μέτροις Μυτιληναίου ἀνδρός, ὃν ᾔδειν καὶ αὐτός, μηδὲ ἐξ ἡμῶν ἀγέραστοι γενέσθωσαν τῷ λόγῳ τῷδε. πεπεδημένων αὐτοῖς ὑπὸ κρυστάλλου τῶν ῥευμάτων ὅσοι περιοικοῦσιν αὐτοὺς τῇ μὲν ὥρᾳ τῇ χειμερίῳ ἀροῦσί τε καὶ σπείρουσι· καὶ γάρ πως καὶ εὔγεων χῶρον κεκλήρωνται. εἶτα ὑπαρχομένου τοῦ ἦρος, τῶν ῥευμάτων τῶν προειρημένων δι᾽ ἣν αἰτίαν εἶπον ἔτι ἑστώτων, κολπώδη τινὰ τόπον προαιροῦνται οἱ γεωργοὶ τέως, νῦν δὲ ἁλιεῖς, καὶ περιτέμνουσι τοῦτον εὖ μάλα τεθηγμένοις πελέκεσι, καὶ τὸ ὕδωρ ἀναφαίνεται περιφερὲς κατὰ τέλμα· οὐ μὴν πλησίον ἔτι τῆς ὄχθης κόπτουσιν, ἀλλὰ ἐῶσι τὸν κρύσταλλον ὡς ἐξ ἀρχῆς ἐνετράφη. περιβάλλουσιν οὖν τῷ χώρῳ τῷ γεγυμνωμένῳ πλατὺ δίκτυον, καὶ μέντοι καὶ περιβάλλουσιν αὐτῷ κάλων ἁδρότερον. καὶ τοῦτό γε τὸ δίκτυον ἐπισπῶσιν ἄνδρες ἐπὶ τῆς ὄχθης ἑστῶτες, καὶ ἁλιεῖς καὶ ἄλλοι· καὶ μέντοι καὶ τὴν τῶν ἰχθύων ἅλωσιν θεῶνται πολλοὶ τῆς τέχνης οὐκ ἐπαΐοντες, ψυχαγωγία δέ τις ὕπεισιν αὐτούς. ὅταν γε μὴν ἀγόμενοι τῆς ὄχθης πλησίον ἀφίκωνται, τηνικαῦτα καὶ τὸν ἐνταῦθα τέμνουσι κρύσταλλον οἱ ἔξωθεν ὑδροθῆραι· τῇ γάρ τοι θήρᾳ ἐνέχονται, καὶ ἀναστέλλουσι τοῖς ἰχθύσι τὸν ἔξω πόρον. τούτου δὲ οὕτω γενομέ-