Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/431

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

παρακαλοῦντος. ἀνιοῦσαν οὖν αὐτὴν ἀκούω καὶ τὸν ἑταῖρόν τε καὶ συμπαίστην τὸν αὐτὸν ἐθέλειν ἄγειν. τὸν δὲ οὐχ ὑπακοῦσαι λόγος ἔχει τοῦ Ὀλύμπου προτιμῶντα τὴν σὺν ταῖς ἀδελφαῖς καὶ τοῖς γειναμένοις διατριβήν. παρῆν δὲ ἄρα αὐτῷ καὶ ἀναφῦσαι πτερά, καὶ τοῦτο ἐγᾦμαι δῶρον τῆς Ἀφροδίτης δωρουμένης· ὃ δὲ καὶ ταύτην παρ᾽ οὐδὲν ποιεῖται τὴν χάριν. ὀργίζεται τοίνυν ἡ Διὸς παῖς, καὶ ἐκείνῳ μὲν ἐς τὸν κόχλον τόνδε ἐκτρέπει τὴν μορφήν, αὐτὴ δὲ αἱρεῖται ὀπαδόν τε καὶ θεράποντα ἀντ᾽ ἐκείνου τὸν Ἔρωτα, νέον καὶ τοῦτον καὶ καλόν, καί οἱ τὰ πτερὰ τὰ ἐκείνου δίδωσιν. ὁ δὲ ἄλλος λόγος ἐρασθῆναι βοᾷ Νηρίτου Ποσειδῶνα, ἀντερᾶν δὲ τοῦ Ποσειδῶνος, καὶ τοῦ γε ὑμνουμένου Ἀντέρωτος ἐντεῦθεν τὴν γένεσιν ὑπάρξασθαι. συνδιατρίβειν οὖν τά τε ἄλλα τῷ ἐραστῇ τὸν ἐρώμενον ἀκούω καὶ μέντοι καὶ αὐτοῦ ἐλαύνοντος κατὰ τῶν κυμάτων τὸ ἅρμα τὰ μὲν κήτη τἄλλα καὶ τοὺς δελφῖνας καὶ προσέτι καὶ τοὺς Τρίτωνας ἀναπηδᾶν ἐκ τῶν μυχῶν καὶ περισκιρτᾶν τὸ ἅρμα καὶ περιχορεύειν, ἀπολείπεσθαι δ᾽ οὖν τοῦ τάχους τῶν ἵππων πάντως καὶ πάντη· μόνα δὲ ἄρα τὰ παιδικά οἱ παρομαρτεῖν καὶ μάλα πλησίον, στόρνυσθαι δὲ αὐτοῖς καὶ τὸ κῦμα καὶ διίστασθαι τὴν θάλατταν αἰδοῖ Ποσειδῶνος· βούλεσθαι γὰρ τῇ τε ἄλλῃ τὸν θεὸν εὐδοκιμεῖν τὸν καλὸν ἐρώμενον καὶ οὖν καὶ τῇ νήξει διαπρέπειν. τὸν δὲ Ἥλιον νεμεσῆσαι τῷ τάχει τοῦ παιδὸς ὁ μῦθος λέγει, καὶ ἀμεῖψαί οἱ τὸ σῶμα ἐς τὸν κόχλον τὸν νῦν, οὐκ οἶδα εἰπεῖν ὁπόθεν ἀγριάναντα· οὐδὲ γὰρ ὁ μῦθος λέγει. εἰ δέ τι χρὴ συμβαλεῖν ὑπὲρ τῶν ἀτεκμάρτων, λέγοιντ᾽ ἂν ἀντερᾶν Ποσειδῶν καὶ Ἥλιος. καὶ ἠγανάκτει μὲν ἴσως ὁ Ἥλιος ὡς ἐν θαλάττῃ φερομένῳ, ἐβούλετο δὲ αὐτὸν οὐκ ἐν