Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/429

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ ἁλίσκεται ῥᾳδίως, ἐλλοχώντων αὐτὸν τῶν ἁλιέων καὶ τὸ ἄγκιστρον ἐς τὸν ἀφρὸν καθιέντων σὺν τῇ ὁρμιᾷ. καὶ τὸ μὲν κρύπτεται ὑπὸ τῇ λευκότητι, καὶ ἡ αἴγλη τοῦ χαλκοῦ εὐσύνοπτός οἱ οὐκ ἔστι, καὶ διὰ ταῦτά τοι περιχανὼν καὶ λάβρως σπῶν τοῦ προειρημένου σιτίου καταπίνει τὸν δόλον, καὶ ἀπόλωλεν ἐντεῦθεν ὅθεν τὰ πρῶτα ἐτρέφετο.

27 ὄνομα φυτοῦ κυνόσπαστος (καλεῖται δὲ ἄρα καὶ ἀγλαόφωτις ἡ αὐτή· βούλομαι γὰρ ἐκτῖσαι χρέος ὑπομνησθείς) ὃ μεθ᾽ ἡμέραν μὲν ἐν τοῖς ἄλλοις διαλέληθε καὶ οὐκ ἔστι πάνυ τι σύνοπτον, νύκτωρ δὲ ἐκφαίνεται καὶ διαπρέπει, ὡς ἀστήρ· φλογώδης γάρ ἐστι καὶ ἔοικε πυρί. οὐκοῦν σημεῖόν τι ταῖς ῥίζαις παραπήξαντες αὐτῆς ἀπαλλάττονται, οὔτε τὴν χρόαν ἔχοντες μεθ᾽ ἡμέραν εἰ μὴ τοῦτο δράσαιεν μνημονεῦσαι οὔτε μὴν τὸ εἶδος. παρελθούσης δὲ τῆς νυκτὸς ἥκουσι, καὶ θεασάμενοι τὸ σημεῖον ὅπερ οὖν κατέλιπον καὶ γνωρίσαντες ἔχουσι συμβαλεῖν ὅτι ἄρα τοῦτο ἐκεῖνό ἐστιν οὗ καὶ δέονται, ἐπεί τοι τελέως ὅμοιόν ἐστι τοῖς παρεστῶσι καὶ οὐδὲ ὀλίγον διαλλάττει αὐτῶν. οὐκ ἀνασπῶσι δὲ αὐτοὶ τὸ φυτὸν τόδε, ἢ οὐ χαιρήσουσι πάντως. οὔκουν οὔτε περισκάπτει τις οὔτε ἀνασπᾷ, ἐπεὶ καί, φασί, τὸν πρώτιστον ὑπ᾽ ἀπειρίας τῆς κατ᾽ αὐτὸ φύσεως προσαψάμενον οὐκ ἐς μακρὰν ἀπώλεσεν. ἄγουσιν οὖν κύνα νεανίαν ἡμερῶν ἀτροφήσαντα καὶ λιμώττοντα ἰσχυρῶς, καὶ τούτου σπάρτον ἐξάψαντες εὖ μάλα στερεὸν καὶ τῆς ἀγλαοφώτιδος τῷ κάτω στελέχει βρόχον τινὰ δύσλυτον προσαρτήσαντες ὡς οἷοί τέ εἰσι μακρόθεν, εἶτα τῷ κυνὶ προτιθέασι κρέα πάμπολλα ὀπτὰ κνίσσης προσβάλλοντα· ὃ δὲ ὑπὸ τοῦ λιμοῦ φλεγόμενος καὶ στρεβλούμενος ὑπὸ τῆς κνίσσης ἐπὶ τὰ προκείμενα