Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/427

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ ἀνωθούμενος ἵστησιν. ὁ κρύσταλλος οὖν ἀνειργόμενός τε καὶ ἀναστελλόμενος ἐς βάθος χωρεῖ καὶ ἁδρύνεται ἐς πολύ· καὶ ἐντεῦθεν ὑπορρεῖ μὲν τοῦ Ἴστρου τὸ γνήσιον ὕδωρ ὁδοῖς ὡς ἂν εἴποις κρυπταῖς, τὸ δὲ ἐπίκτητόν οἱ καὶ νόθον ἐπίκειται πεδίου δίκην, καὶ κατὰ τούτου τηνικάδε τῆς ὥρας ὁδοιποροῦσιν οἱ τῇδε ἄνθρωποι κατὰ ζεύγη καὶ μόνιπποι. ὅπως μὲν οὖν ἐλέγχει τε καὶ βασανίζει τὴν πῆξιν τοῦ ποταμοῦ τοῦδε καὶ τοῦ Θρᾳκίου Στρυμόνος τὸ πονηρόν τε καὶ δολερὸν θηρίον ἡ ἀλώπηξ, ἀνωτέρω εἶπον· ὁ δ᾽ οὖν κρύσταλλος ὁ ἐν τῷ Ἴστρῳ καὶ νηὶ φορτηγῷ κατὰ ῥοῦν φερομένῃ περιτραφεὶς εἶτα ἐπέδησεν αὐτήν, καὶ οὔτε ἱστίων ἡπλωμένων ἔτι δεῖ, οὔτε ὁ πρῳράτης τὰ πρόσω βλέπει, οὔτε ὁ τῆς νεὼς ἄρχων ἐπιστρέφει τοὺς οἴακας· πεπήγασι γάρ, ἐπεὶ καὶ τὸ πᾶν σκάφος τῷ περικειμένῳ κατείληπται δεσμῷ, καὶ ἔοικεν οὐ μὰ Δία νηί, οὐ γὰρ ἔτι τοῖς κύμασι τύπτεται, ἀλλὰ ἐν πολλῷ τῷ πεδίῳ λόφῳ τινὶ ἀνεστῶτι ἢ καὶ νὴ Δία σκοπιᾷ ἢ ἄκρᾳ. ἐνταῦθά τοι καὶ οἱ περίνεῳ καὶ οἱ ναῦται ἐκπηδῶσι καὶ κατὰ τοῦ ποταμοῦ θέουσι, καὶ ἁμάξας ἄγουσι καὶ τὸν φόρτον μετῆραν ἐπὶ τοῦ τέως ὕδατος. καὶ πάλιν μετὰ τὴν χειμέριον ὥραν τοῦ αὐτοῦ φερομένου σφοδρῶς φέρουσί τε καὶ ἄγουσι τὰ ἄχθη. μένει δὲ ἡ ναῦς ἔστ᾽ ἂν ὑπανῇ μὲν τὰ τοῦ κρυμοῦ, τακῇ δὲ ὁ κρύσταλλος καὶ λυθῇ, ἐλευθέρα δὲ τοῦ παραδόξου πείσματος ἡ ὁλκὰς ἀπολυθῇ. ἐνταῦθά τοι τοῦ καιροῦ καὶ οἱ ἁλιεῖς μακέλλας λαβόντες, ἔνθα αὐτοὺς ἄγει θυμὸς διακόπτουσι τὴν πῆξιν τοῦ ὕδατος, καὶ τάφρον κυκλοτερῆ ἐργάζονται κατιοῦσαν ἐς τὸ ὕδωρ· εἴποις ἂν ἢ φρέατος εἶναι στόμα ἢ μεγίστου πίθου καὶ πάνυ γάστριδος. οὐκοῦν ἰχθύες πολλοὶ τὸν κρύσταλλον διαδρᾶναι θέλοντες οἱονεὶ