Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/426

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐν δράματι ὑποκριτὴς ἀμείψας προσωπεῖον ὃ δὲ τὼ βόε ἐλαύνει ἢ τὼ ἵππω, ἀλκὴ δὲ ἄρα καὶ ἡ τοῦ κήτους καὶ ἡ τῶν ὑποζυγίων ἀντίπαλός ἐστιν. ὁ μὲν γὰρ θὴρ ὁ τοῦ Ἴστρου τρόφιμος ἕλκει κάτω ὅσον ποτὲ ἄρα τῆς ἐν αὑτῷ ῥώμης ἔχει, τὸ μέντοι ζεῦγος τὸ ἀνθέλκον ἐκτείνει τὴν μήρινθον. ἀλλά οἱ πλέον οὐδὲ ἕν· τῆς γοῦν ἐπ᾽ ἀμφοῖν ἕλξεως ὁ ἰχθὺς ἡττᾶται, καὶ ἀπειπὼν ἕλκεται κατὰ τῆς ᾐόνος. εἴποι ἂν Ὁμηρίδης δρυῶν στελέχη ἕλκειν ἡμιόνους τινάς, ὡς ἐπὶ τῇ Πατρόκλου ταφῇ Ὅμηρος ᾄδει ταῦτα δήπου τὰ ὑμνούμενα.

26 Ἔστι δὲ ἄρα τῷ Ἴστρῳ καὶ κόλπος οἷος βαθύτατος, καὶ ἔοικε τῇ θαλάττῃ τὴν πολλὴν περίοδον. καὶ μέντοι καὶ βάθους ὅτι εὖ ἥκει ὅδε ὁ κόλπος καὶ ἐκεῖνο τεκμηριῶσαι ἱκανόν. αἱ ναῦς αἱ φορτίδες αἱ τὴν θάλατταν περῶσαι καὶ ἐνταῦθα κατακολπίζουσι, πεφρίκασι δὲ καὶ τοῦτον ὡς θάλατταν, ὅταν ἀγριαίνηται ὑπὸ τῶν καταπνεόντων ἀνέμων ἐς κύματα ἐξαπτόντων τε αὐτὸν καὶ ἐκμαινόντων. πεφύκασι δὲ ἄρα ἐν αὐτῷ καὶ νῆσοι καὶ μέντοι καί τινες τῆς ὄχθης ὑποδρομαὶ ἐς ἃς ἔστι καταφυγεῖν. ἀλλὰ καὶ ἀκταὶ καὶ ἄκραι προήκουσι, καὶ προσρήγνυται αὐταῖς καὶ περισχίζεται κλύδων ἄγριος, ἡνίκα ἂν ἑαυτοῦ μάλιστα ὑποπλησθεὶς εἶτα ἐς τὴν θάλατταν οἱονεὶ στενοχωρούμενος ὠθῆται. φιλεῖ δὲ ἄρα δρᾶν τοῦτο ἤδη ὥρας φθινοπωρινῆς παραδραμούσης, ὑπαρχομένης δὲ τῆς χειμερίου, καὶ ἀκμάσας αὐτὸς πρόεισι πλημμυρῶν. πληθύοντα δὲ ἄρα βορρᾶς ἐπωθεῖ αὐτόν, καὶ ἐξάπτει κατιέναι ἄγριον. καὶ ὃ μὲν καταφέρει ὡς ἐς πλοῦν ἀγώγιμον τὸν καθ᾽ ἑαυτοῦ κρύσταλλον, ὃ δὲ ἀντιπίπτει ὁ βορρᾶς αὐτῷ καταπνέων σκληρὸν καὶ μάλα γε κρυμῶδες. οὔκουν αὐτῷ ἐκβάλλειν ἐς τὸ πέλαγος τὴν ὠδῖνα ὡς ἂν εἴποις ἐπιτρέπει, ἀλλ᾽ ἀνακωχεύων