Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/421

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὖν ἔκειντο Ῥιθύμνης τῆς Κρητικῆς πρὸς ταῖς ᾐόσιν ῾ἔστι δὲ αὕτη κώμη, ὥς φασιν᾽, οἱ δὲ θεώμενοι συνήλγουν τῷ πάθει, καὶ τὴν κύνα ἀποκτεῖναι προσέταττον καὶ τὸ ἧπαρ δοῦναι τοῖς νεανίαις ὡς φάρμακον τοῦ κακοῦ καταφαγεῖν, οἳ δὲ ἐς τῆς Ῥοκκαίας οὕτω καλουμένης Ἀρτέμιδος ἄγειν καὶ αἰτεῖν ἴασιν παρὰ τῆς θεοῦ. ὁ δὲ γέρων καὶ μάλα ἀδεῶς τε καὶ ἀτρέπτως ταῦτα μὲν ἐπαινεῖν τοὺς συμβουλεύσαντας εἴα, τῶν δὲ ἱπποκάμπων τὰς γαστέρας ἐκκαθάρας, τὰς μὲν ὤπτησε καὶ ἔδωκεν αὐτοῖς προσενέγκασθαι, τὰς δὲ συντρίψας ἐς ὄξος καὶ μέλι, καὶ τὰ ἕλκη περιπλάσας τούτοις τὰ τοῦ δήγματος, εἶτα τῆς τῶν νεανιῶν ἐκράτησε λύττης τῷ πόθῳ τοῦ ὕδατος, ὅνπερ οὖν οἱ ἱππόκαμποι αὐτοῖς ὑπεξῆπτον. καὶ τόνδε τὸν τρόπον τοὺς παῖδας ἰάσατο, ὀψὲ μέντοι.

21 Ὑπὲρ θαλαττίων μὲν κυνῶν εἴρηται ἡμῖν καὶ πολλά· κύνες δὲ οἱ ποτάμιοι ἰδεῖν μέν εἰσι κατὰ τοὺς κύνας τοὺς χερσαίους τοὺς μικρούς, λάσιοι δέ εἰσι καὶ τὴν οὐράν. λέγονται δὲ τῷ μὲν αἵματι νεῦρα ἀνθρώπων διοιδάνοντα πραΰνειν, εἰ ἐγχέοις ὕδατι καὶ ὄξει ἀναμιχθέντι· ἡ δορὰ δὲ ὑποδήματα δίδωσιν ἀγαθά, καὶ ταῦτα νεύρων χρηστά, ὥς φασιν.

22 Θύμαλον δὲ ἰχθὺν οὕτω καλούμενον τρέφει Τέκινος ῾ποταμοῦ δὲ ὄνομα τοῦτο Ἰταλοὖ, καὶ μέγεθος μὲν ὅσον καὶ ἐπὶ πῆχυν προήκει, ἰδεῖν δὲ μεταξὺ λάβρακός ἐστι καὶ κεφάλου. ἄξιον δὲ αὐτοῦ ἑαλωκότος θαυμάσαι τὴν ὀσμήν· οὐ γάρ τί που προσβάλλει ἰχθυηρὸν ἀέρα κατὰ τοὺς λοιπούς, ἀλλὰ εἴποις ἂν διὰ χειρῶν κατέχειν θύμαλον νεωστὶ τρυγηθέντα, καὶ οὖν καὶ εὔοσμός ἐστι, καί τις οὐκ ἰδὼν τὸ ζῷον οἰήσεται πόαν ἔνδον εἶναι τὴν μάλιστα μελιττῶν τροφόν, ἔνθεν τοι καὶ κέκληται. λίνῳ μὲν