Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/420

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἄηθες ὡς πρὸς τὰ ἄλλα φάρμακα ἀντικρινόμενον· τὸν γάρ τοι πιόντα αὐτοῦ πρῶτον μὲν καταλαμβάνεσθαι λυγγὶ σφοδροτάτῃ, εἶτα βήττειν ξηρὰν βῆχα, καὶ στρεβλοῦσθαι μέν, ἀναπλεῖν δὲ αὐτῷ οὐδὲ ἕν, διογκοῦσθαι δὲ καὶ διοιδάνειν τὴν ἄνω γαστέρα, θερμά τε τῇ κεφαλῇ ἐπιπολάζειν ῥεύματα, καὶ διὰ τῆς ῥινὸς κατιέναι φλέγμα καὶ ἰχθυηρᾶς ὀσμῆς προσβάλλειν· τοὺς δὲ ὀφθαλμοὺς ὑφαίμους αὐτῷ γίνεσθαι καὶ πυρώδεις, τὰ βλέφαρα δὲ διογκοῦσθαι. ἐμέτων δὲ ἐπιθυμίαι ἐξάπτονταί φασιν, ἀναπλεῖ δὲ οὐδὲ ἕν. εἰ δὲ ἐκνικήσειεν ἡ φύσις, τὸν μὲν τὸ ἐς θάνατον σφαλερὸν παριέναι, ἐς λήθην δὲ ὑπολισθάνειν καὶ παράνοιαν. ἐὰν δὲ ἐς τὴν κάτω γαστέρα διολίσθῃ, μηδὲν ἔτι εἶναι, πάντως δὲ ἀποθνήσκειν τὸν ἑαλωκότα. οἱ δὲ περιγενόμενοι ἐς παράνοιαν ἐξοκείλαντες ὕδατος ἱμέρῳ πολλῷ καταλαμβάνονται, καὶ ὁρᾶν διψῶσιν ὕδωρ καὶ ἀκούειν λειβομένου· καὶ τοῦτό γε αὐτοὺς καταβαυκαλᾷ καὶ κατευνάζει. καὶ διαρίβειν φιλοῦσιν ἢ παρὰ τοῖς ἀενάοις ποταμοῖς ἢ αἰγιαλῶν πλησίον ἢ παρὰ κρήναις ἢ λίμναις τισί, καὶ πιεῖν μὲν οὐ πάνυ τι γλίχονται, ἐρῶσι δὲ νήχεσθαι καὶ τέγγειν τὼ πόδε ἢ ἀπονίπτειν τὼ χεῖρε. οἳ δὲ οὐκ αὐτὴν τὴν τοῦ ἱπποκάμπου γαστέρα τούτων αἰτίαν εἶναί φασιν, ἀλλὰ νέμεσθαί τι φυκίον τὸ ζῷον πικρὸν δεινῶς, οὗ τὴν ποιότητα ἐς ἐκείνην μεταχωρεῖν. εὑρέθη δὲ ἄρα καὶ ἐς σωτηρίαν ἱππόκαμπος ἐπιτήδειος ἀγχινοίᾳ παλαιοῦ μὲν ἁλιέως, σοφοῦ δὲ τὰ θαλάττια. ἦν Κρὴς ἁλιεὺς γέρων, καὶ παῖδας νεανίας εἶχε καὶ τούτους ἁλιέας. οὐκοῦν συνηνέχθη τὸν μὲν πρεσβύτην ἱπποκάμπους θηρᾶσαι μετὰ καὶ ἄλλων ἰχθύων, τοὺς δὲ νεανίας δηχθῆναι ὑπὸ κυνὸς λυττώσης, τῷ πρώτῳ δηχθέντι τῶν ἄλλων ἀμυνάντων καὶ τῷ αὐτῷ πάθει περιπεσόντων. οἳ μὲν