Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/419

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἂν φυλαχθείη καλῶς καὶ ἀποθησαυρισθείη. τὸν δὲ πῶλον ἀνίσχοντι τῷ ἡλίῳ καταθύουσιν· οὐ γὰρ ἔτι θηλάζει ἡ μήτηρ αὐτὸν τὸ γνώρισμα ἀφῃρημένον καὶ τῆς εὐνοίας οὐκ ἔχοντα τὴν ὑπόθεσιν· ἐκ γάρ τοι τοῦ κατατραγεῖν τὴν σάρκα φιλεῖν τὸ βρέφος ἡ μήτηρ ἰσχυρῶς ἄρχεται. ὅστις δ᾽ ἂν κατά τινα ἐπιβουλὴν ἀνὴρ ἐκείνου γεύσηται τοῦ σαρκίου ἔρωτι καὶ μάλα γε ἀκρατεῖ συνέχεται καὶ ἐκφρύγεται καὶ βοᾷ, καὶ ἀκατασχέτως ὁρμᾷ καὶ ἐπὶ παιδικὰ αἴσχιστα καὶ ἐπὶ γυναῖκα ἀφήλικα καὶ ἀπρόσωπον, καὶ μαρτύρεται τὴν νόσον, καὶ τοῖς ἐντυχοῦσιν ὄπως ἐξοιστρεῖται λέγει. καὶ λείβεται μὲν τὸ σῶμα καὶ φθίνει, ἐλαύνεται δὲ τὴν ψυχὴν ἐρωτικῇ μανίᾳ. ἀκούω τοίνυν καὶ ἐν Ὀλυμπίᾳ τὴν ἵππον τὴν χαλκῆν, ἧς ἐρῶσιν ἵπποι καὶ ἐπιμαίνονται καὶ ἐγχρίμπτεσθαι ἐθέλουσι καὶ χρεμετίζουσι θεασάμενοι χρεμέτισμα ἐρωτικόν, ἔχειν τὴν ἐκ τοῦδε τοῦ ἱππομανοῦς ἐπιβουλὴν ἐν τῷ χαλκῷ γεγοητευμένῳ λανθάνουσαν, καὶ κρυφίῳ τινὶ μηχανῇ τοῦ τεχνίτου ἐπιβουλεύειν τὸν χαλκὸν τοῖς ζῶσιν· μὴ γὰρ εἶναι τοσαύτην ἀκρίβειαν, ὡς οὕτως ἐξ αὐτῆς ἀπατᾶσθαί τε καὶ ἐξοιστρεῖσθαι τοὺς ἵππους τοὺς ὁρῶντας. καὶ ἴσως μὲν λέγουσί τι οἱ λέγοντες, ἴσως δὲ οὐδὲν λέγουσιν· ἃ δ᾽ οὖν ἤκουσα καὶ ὑπὲρ τούτων εἶπον.

19 Λέγεται δὲ ἐν τῇ Λιβύῃ λίμνη εἶναι ζέοντος ὕδατος, καὶ ἐν τῷδε τῷ ὕδατί φασιν ἰχθύας ζῆν καὶ νήχεσθαι καὶ τροφῆς ἐμβληθείσης ἀναπάλλεσθαι πρὸς τὴν τροφήν. εἰ δέ τις αὐτοὺς ἐς ὕδωρ ἐμβάλοι ψυχρόν, ὅτι ἀποθνήσκουσι, καὶ τοῦτο προσακήκοα.

20 Λέγουσι δὲ ἄνδρες ἁλιείας ἐπιστήμονες, τὴν τοῦ ἱπποκάμπου γαστέρα εἴ τις ἐν οἴνῳ κατατήξειεν ἕψων καὶ τοῦτον δοίη τινὶ πιεῖν, φάρμακον εἶναι τὸν οἶνον