Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/412

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

των, ἐπεὶ πρεσβεύοντα τὸν Μενέλεων σὺν τῷ Ὀδυσσεῖ ὑπὲρ τῆς Ἑλένης ἔσωσεν, Ἀντιμάχου συμβουλεύσαντος ἀποκτεῖναι αὐτούς. ἔλεγε δὲ ἄρα οὗτος ταῦτα

χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα,

ὡς Ὅμηρός φησιν. οὐκοῦν τῷδε Παταβίῳ πόλις γειτνιᾷ ἑτέρα, καὶ Βικετίαν καλοῦσιν αὐτήν, καὶ παραρρεῖ ποταμὸς αὐτῇ Ἠρέταινος ὄνομα, καὶ παραμείβεται οὗτος γῆν οὐκ ὀλίγην εἶτα ἐς τὸν Ἠριδανὸν ἐμβάλλει, καὶ ἀνακοινοῦταί οἱ τὸ ὕδωρ. ἐν δὴ τῷ Ἠρεταίνῳ έγχέλεις γίνονται μέγισταί τε καὶ τῶν ἀλλαχόθεν πιότεραι μακρῷ, ἁλίσκονται δὲ ἄρα τὸν τρόπον τοῦτον. ἐπὶ πέτρας προβλῆτος κάθηται ὁ θηρατὴς ἔν τινι κολποειδεῖ χωρίῳ, ὅπου καὶ πλατύνεται τὸ ῥεῦμα ἐπὶ μᾶλλον, ἢ καὶ ἐπί τινος δένδρου κάθηται προρρίζου πλησίον τῆς ὄχθης ῥιφέντος ὑπὸ πνεύματος σκληροῦ, ὅπερ οὖν ὑποσήπεται μέν, ἀχρεῖον δέ ἐστι κατακοπῆναί τε καὶ ἐκκαῦσαι αὐτό. οὐκοῦν ἑαυτὸν ἐγκαθίσας ὁ τῶν ἐγχέλεων ἁλιεὺς τῶνδε, καὶ λαβὼν ἔντερον νεοσφαγοῦς ἀρνὸς τριῶν μὲν ἢ τεττάρων πήχεων, πεπιασμένον δὲ ἰσχυρῶς, τὴν μὲν ἀρχὴν αὐτοῦ καθίησιν ἐς τὸ ὕδωρ, καὶ εἰλεῖται ἐν ταῖς δίναις στρεφόμενον, τό γε μὴν τέλος διὰ χειρῶν ἔχει, ἐμβέβληται δὲ ἐς αὐτὸ καλάμου τρύφος, ὅσον κώπην εἶναι τὸ μῆκος ξίφους. οὐ μὴν λανθάνει τὰς ἐγχέλεις ἡ τροφή· χαίρουσι γὰρ τῷδε τῷ ἐντέρῳ. καὶ ἥ γε πρώτη προσελθοῦσα, οἰστρουμένη ὑπὸ τοῦ λιμοῦ καὶ περιχανοῦσα, ἐμφύει τοὺς ὀδόντας γυρούς τε καὶ ἀγκιστρώδεις καὶ δυσεξελίκτους ὄντας, καὶ συνεχῶς ἐπισκαίρει τε καὶ πειρᾶται καθέλκειν τὸ δέλεαρ. ὃ δὲ κραδαινομένου τοῦ ἐντέρου συνεὶς ἔχε-