Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/409

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ οἴνῳ νεφροῖς ἀγαθόν ἐστι, σώζει δὲ ἄρα καὶ ὑδεριῶντας ποθεῖσα, ὥσπερ δὴ καὶ προεῖπον. τὸ δὲ ἧπαρ ἄρα τοῦ ἐχίνου τούτου ἰᾶται ὑφ᾽ ἡλίου γενόμενον αὖον τοὺς τῇ νόσῳ τῇ τοῦ καλουμένου ἐλέφαντος κατειλημμένους.

5 Ἐλέφας ὁ θῆλυς, τιμιώτερα εἶναι τὰ τούτου κέρατα οἱ σοφοὶ ταῦτα ὑμνοῦσι, καὶ ἐκεῖνά γε ἡμᾶς διδάσκουσιν. ἐν τῇ Μαυρουσίᾳ γῇ οἱ ἐλέφαντες, δεκάτῳ ἔτει πάντως αὐτοῖς τὰ κέρατα ἐκπεσεῖν φιλεῖ, ὥσπερ οὖν καὶ τὰ τῶν ἐλάφων, ἀλλὰ τούτων ἀνὰ πᾶν ἔτος. οἱ τοίνυν ἐλέφαντες οἵδε γῆν πεδιάδα καὶ ἔνδροσον προαιροῦνται τῆς ἄλλης, καὶ ἀπερείδουσιν ἐς αὐτὴν τὰ κέρατα, ὀκλὰξ ἐπικύψαντες, ἐκδῦναι αὐτὰ δεινῶς σφριγῶντες. τοσοῦτον δὲ ἄρα ἐπωθοῦσιν, ὡς καὶ τελέως αὐτὰ ἀποκρύψαι· εἶτα μέντοι ὑποψήσαντες τοῖς ποσὶ λεῖον τὸν χῶρον ἀπέφηναν τὸν φρουροῦντα τὸ θησαύρισμα αὐτοῖς. γονιμωτάτη δὲ ἄρα ἡ γῆ οὖσα εἶτα ὤκιστα πόαν ἀναφύει, καὶ ἀφανίζει τὴν ὄψιν τοῦ γεγενημένου τοῖς ὁδῷ χρωμένοις. οἱ δὲ ταῦτα ἀνιχνεύοντες τὰ φώρια καί τινα σοφίαν τῆς ἐξ ἐκείνων ἐπιβουλῆς ἔχοντες ἐν ἀσκοῖς αἰγείοις ὕδωρ κομίζουσιν, εἶτα αὐτοὺς διασπείρουσι πεπληρωμένους ἄλλους ἀλλαχόσε, καὶ αὐτοὶ καταμένουσι. καὶ καθεύδει τις, καὶ ἄλλος ὑποπίνει, καί πού τις καὶ μεταξὺ ἐπιρροφῶν τῆς κύλικος ὑπαναμέλπει καὶ μέμνηται διὰ τοῦ μέλους ἧς ἐρᾷ· εἰ δὲ καὶ νέον ὡρικὸν ὑποπειρᾷ παρόντα τις καὶ αὐτὸν τῆς ἰχνεύσεως κοινωνόν, οὐκ ἂν θαυμάσαιμι· εἰσὶ γὰρ Μαυρούσιοι καὶ καλοὶ καὶ μεγάλοι, καὶ ἀνδρικὸν ὁρῶσι, καὶ ἔργων ἔχονται θηρατικῶν, καὶ μέντοι καὶ πολλοὺς ἀναφλέγουσι, μειράκια ἔτι καὶ τηλικοίδε ὄντες. οὐκοῦν εἰ τὰ κέρατα εἴη κατορωρυγμένα πλησίον