Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/408

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οἳ δὲ ἥκουσι κομίζοντες, εἰ βούλονται συνθήρους ἔχειν καὶ φίλους πιστούς. ὁσημέραι μέντοι πράττεται ταῦτα.

2 Σκάρου τὴν χολὴν ἐὰν δῷς ἐμφαγεῖν ἀνθρώπῳ νοσοῦντι τὸ ἧπαρ καὶ ἴκτερον ἔχοντι, σωθήσεται, ὡς οἱ σοφοὶ τῶν ἁλιέων διδάσκουσιν.

3 Ἁλίσκεται δὲ ἄρα ἰχθὺς καὶ ἄνευ κύρτων καὶ ἀγκίστρων καὶ δικτύων τὸν τρόπον τοῦτον. κόλποι θαλάττιοι πολλοὶ τελευτῶσιν ἐς τενάγη τινά, καὶ ἔστι ταῦτα ἐπιβατά. ὅταν οὖν ᾖ γαλήνη καὶ εἰρήνη πνευμάτων, οἱ τεχνῖται τῶν ἁλιέων ἄγουσι πολλοὺς ἐνταῦθα, εἶτα αὐτοὺς προστάττουσι βαδίζειν καὶ πατεῖν τὴν ψάμμον, ὡς ὅτι μάλιστα ἀπερείδοντας τὸ πέλμα ἰσχυρῶς. εἶτα ἴχνη καταλείπεται βαθέα, ἅπερ οὖν ἐὰν φυλαχθῇ, καὶ μή ποτε συμπεσοῦσα ἡ ψάμμος συγχέῃ αὐτά, μηδὲ ἐκταραχθῇ ὑπὸ πνεύματος τὸ ὕδωρ, ὀλίγον διαλείπουσιν οἱ ἁλιεῖς, καὶ ἐμβάντες καταλαμβάνουσιν ἐν τοῖς κοιλώμασι τῶν βημάτων καὶ τοῖς ἴχνεσι τοὺς ἰχθῦς τοὺς πλατεῖς εὐναζομένους, ψήττας τε καὶ ῥόμβους καὶ στρουθοὺς καὶ νάρκας καὶ τὰ τοιαῦτα.

4 Ἐχίνου θαλαττίου πέρι εἶπον καὶ ἀνωτέρω καὶ νῦν δὲ εἰρήσεται ὅσα προσακήκοα. ἔστι γὰρ καὶ στομάχῳ ἀγαθόν· τὸν τέως γὰρ κακόσιτον ὄντα καὶ πᾶν ὅ τι οὖν βδελυττόμενον ὃ δὲ ἀναρῥ̣̣̓ννυσιν. ἔστι δὲ καὶ κύστεως κενωτικός, ὡς οἱτούτων λέγουσι σοφοί. εἰ δὲ αὐτοῦ ἐπιχρίσειας σώματι ψωριῶντι, ὃ δὲ σῶν ἐργάζεται τὸν τέως νοσοῦντα τὴν νόσον τὴν προειρημένην. καυθεὶς δὲ ἄρα ὀστράκοις αὐτοῖς ἐκκαθαίρει τὰ ῥυπῶντα τῶν τραυμάτων. χερσαίου δὲ ἐχίνου καυθέντος ἡ σποδιὰ πίττῃ προσανακραθεῖσα εἶτα μέντοι καταχρίεται τῶν λειψοτρίχων μερῶν, καὶ αἱ τέως φυγάδες (ἵνα τι καὶ παίσὠ) ὑπαναφύονται. πινομένη