Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/404

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λάττιον κῆτος, μέγιστον κητῶν καὶ τοῦτο, καὶ ἐκβρασθεῖσαν μὲν θεάσασθαι οὐκ ἄν τις θρασύνοιτο. λέγουσι δὲ οἱ ἀκριβοῦντες ἄνθρωποι τὰ θαλάττια ὁρᾶσθαι αὐτὰς πλωτάς, καὶ πᾶν μὲν ὅσον ἐστὶ κεφαλή, τοῦτο ὑπερτείνειν ἔξαλον, καὶ μέντοι καὶ μυκτήρων τρίχας ἐξεχούσας καὶ μάλα γε ὑψηλὰς ἐπιδεικνύναι, πλατεῖαν δὲ τὴν οὐρὰν καὶ οἵαν δοκεῖν καράβου. ἤδη δὲ ἄρα αὐτῆς καὶ τὸ λοιπὸν σῶμα ἐπιπολάζον τοῖς κύμασιν ὁρᾶται, ὅσον ἀντικρῖναι τριήρους τελείας αὐτὸ μεγέθει. νήχονται δὲ ἄρα πολλοῖς τοῖς ποσὶ καὶ κατὰ στοῖχον ἐντεῦθεν καὶ ἐκεῖθεν οἱονεὶ σταλμοῖς παρηρτημένοις ῾εἰ καὶ τραχύτερον ἀκοῦσαἰ ἑαυτὰς ἐρέττουσαι. λέγουσιν οὖν οἱ δεινοὶ ταῦτα καὶ ὑπηχεῖν τὸ ῥόθιον ἡσυχῆ, καὶ πείθουσι λέγοντες.

24 Ξενοφῶν δὲ ὑπὲρ κυνῶν λέγει καὶ ταῦτα. δεῖν ἐς τὰ ὄρη πολλάκις ἄγειν αὐτάς, τὰ δὲ ἔργα ἧττον· τοὺς γάρ τοι τριμμοὺς τοὺς ἐκ τῶν ἐνεργῶν χωρίων λυπεῖν τε αὐτὰς καὶ σφάλλειν. λῷον δὲ εἶναι ὁ αὐτός φησιν ἐς τὰ τραχέα ἄγειν, καὶ κέρδος γε ἐκεῖνο πρὸς τούτῳ διδάσκει, εὔποδάς τε αὐτὰς γίνεσθαι καὶ ἁλτικωτέρας ἐκπονούσας τὸ σῶμα. ἴχνη δὲ ἄρα λαγὼ τοῦ μὲν χειμῶνος μακρὰ ὁρᾶσθαι λέγει διὰ τὸ μῆκος τῶν νυκτῶν, τοῦ δὲ θέρους οὐκέτι διὰ τοὐναντίον. καὶ σαφὲς ἐκ τοῦ προειρημένου τί βούλεται τὸ ἐναντίον.

25 Ἴππους καὶ ἐλέφαντας ἅτε ζῷα καὶ ἐν ὅπλοις καὶ ἐν πολέμοις λυσιτελῆ τιμῶσιν Ἰνδοί, καὶ μάλα γε ἰσχυρῶς. τῷ γοῦν βασιλεῖ κομίζουσι καὶ κώμυθας, ἃς ἐμβάλλουσι ταῖς φάτναις, καὶ χιλόν, καὶ ἐπιδεικνύουσι νεαρόν τε καὶ ἀσινῆ. καὶ ἐὰν μὲν ᾖ τοιοῦτος, ἐπαινεῖ ὁ βασιλεύς· εἰ δὲ μή, κολάζει τούς τε τῶν ἐλεφάντων μελεδωνοὺς καὶ τοὺς ἱπποκόμους πικρότατα. οὐκ ἀτιμάζει δὲ οὐδὲ τὰ ἄλλα ζῷα, ἀλλὰ καὶ