Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/403

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ αἰδοῦμαι τὸν θεόν, καὶ ἄξιον πείθεσθαι τῷ μάρτυρι τῷ τοσῷδε· εἴη δ᾽ ἂν ὁ ἐν Διδύμοις Ἀπόλλων τεκμηριῶσαι ἱκανὸς παντί, ὅτῳ νοῦς τε ὑγιαίνει καὶ ἔρρωται ἡ φρήν. Τρίτωνα γοῦν θρέμμα θαλάττιόν φησιν εἶναι, καὶ ἃ λέγει ταῦτά ἐστι

θρέμμα Ποσειδάωνος, ὑγρὸν τέρας, ἠπύτα Τρίτων,
νηχόμενος γλαφυρῆς ὁρμήμασι σύντυχε νηός.

εἰ τοίνυν ὁ πάντα εἰδὼς καὶ Τρίτωνας εἶναί φησιν, ἡμᾶς ὑπὲρ τούτου διαπορεῖν οὐ χρή.

22 Τὸν Ἰνδῶν βασιλέα προϊόντα ἐπὶ δίκαις προσκυνεῖ ὁ ἐλέφας πρῶτος, δεδιδαγμένος τοῦτο, καὶ μάλα γε δρῶν μνημόνως τε καὶ εὐπειθῶς αὐτό ῾παρέστηκε δὲ καὶ ἐκεῖνος, ὅσπερ οὖν ἐνδίδωσίν οἱ τοῦ παιδεύματος τὴν ὑπόμνησιν τῇ ἐκ τῆς ἅρπης κρούσει καὶ φωνῇ τινι ἐπιχωρίῳ, ἧσπερ οὖν ἐλέφαντες ἐπαΐειν εἰλήχασι φύσει τινὶ ἀπορρήτῳ καὶ μάλα γε ἰδίᾳ τοῦ ζῴου τοῦδἐ· καὶ μέντοι καὶ κίνησίν τινα ὑποκινεῖται πολεμικήν, οἷον ἐνδεικνύμενος ὅτι καὶ τοῦτο τὸ μάθημα ἀποσώζει. τέτταρες δὲ καὶ εἴκοσι τῷ βασιλεῖ φρουροὶ παραμένουσιν ἐλέφαντες ἐκ διαδοχῆς, ὥσπερ οὖν οἱ φύλακες οἱ λοιποί, καὶ αὐτοῖς παίδευμα τὴν φρουρὰν ἔχειν οὐ κατανυστάζουσι· διδάσκονται γάρ τοι σοφίᾳ τινὶ Ἰνδικῇ καὶ τοῦτο. καὶ λέγει μὲν Ἑκαταῖος ὁ Μιλήσιος Ἀμφιάρεων τὸν Οἰκλέους κατακοιμίσαι τὴν φυλακὴν καὶ παθεῖν ὅσα λέγει. οὗτοι δὲ ἄρα ἄγρυπνοι καὶ ὕπνου μὴ ἡττώμενοι, πιστότατοι τῶν ἐκεῖθι φυλάκων μετά γε τοὺς ἀνθρώπους εἰσίν.

23 Ἐγὼ δὲ ἄρα ὡς εἶχον ὁρμῆς ἐπὶ μακρότατον ταῦτά τε καὶ τὰ ὑπὲρ τούτων ἀνασκοπούμενός τε καὶ ἀνιχνεύων πέπυσμαι καὶ σκολόπενδραν εἶναί τι θα-