Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/400

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὥρας τῆς ἐκεῖθι, τὰ δένδρα αὐτὰ τῶν ἀειθαλῶν ἐστι, καὶ οὔποτε γηρᾷ καὶ ἀποῥῥεῖ τὰ φύλλα· καὶ τὰ μὲν ἐπιχώριά ἐστι, τὰ δὲ ἀλλαχόθεν σὺν πολλῇ κομισθέντα τῇ φροντίδι, ἅπερ οὖν κοσμεῖ τὸν χῶρον καὶ ἀγλαΐαν δίδωσι, πλὴν ἐλαίας· οὐ γὰρ αὐτὴν ἡ Ἰνδῶν φέρει, οὔτε αὐτή, οὔτε ἥκουσαν ἀλλαχόθεν τρέφει. ὄρνιθες οὖν καὶ ἕτεροι ἐλεύθεροι καὶ ἀδούλωτοι, καὶ ἐλθόντες αὐτομάτως ἔχουσι κατ᾽ αὐτῶν κοίτας καὶ εὐνάς· ἐνταῦθά τοι καὶ οἱ ψιττακοὶ τρέφονται καὶ εἰλοῦνται περὶ τῷ βασιλεῖ. σιτεῖται δὲ Ἰνδῶν οὐδὲ εἷς ψιττακόν, καίτοι παμπόλλων ὄντων τὸ πλῆθος· τὸ δὲ αἴτιον, ἱεροὺς αὐτοὺς εἶναι πεπιστεύκασιν οἱ Βραχμᾶνες, καὶ μέντοι καὶ τῶν ὀρνίθων ἁπάντων προτιμῶσι. καὶ ἐπιλέγουσι δρᾶν τοῦτο εἰκότως· μόνον γὰρ τὸν ψιττακὸν ἀνθρώπου στόμα εὐστομώτατα ὑποκρίνεσθαι. εἰσὶ δὲ ἄρα ἐν τοῖσδε τοῖς βασιλείοις καὶ λίμναι χειροποίητοι ὡραῖαι, καὶ ἰχθύας ἔχουσι μεγέθει μεγίστους καὶ πραεῖς· καὶ θηρᾷ αὐτοὺς οὐδεὶς ὅτι μὴ οἱ τοῦ βασιλέως υἱεῖς παῖδες ἔτι ὄντες, ἐν ἀκλύστῳ καὶ ἥκιστα ἐπικινδύνῳ τῷ ὕδατι ἁλιεύοντές τε καὶ παίζοντες καὶ ἅμα καὶ πλεῖν μανθάνοντες.

19 Ἐν τῷ Ἰονίῳ πελάγει κατὰ τὸν Λευκάτην καὶ τὴν πρὸς τῷ Ἀκτίῳ θάλατταν, ἔνθα τοι καὶ τὸν χῶρον καλοῦσιν Ἤπειρον, κεφάλων εἰσὶ κατὰ ἴλας ὡς ἂν εἴποι τις ἄφθονοι νήξεις καὶ πλήθη πάμπολλα. οὐκοῦν θηρῶνται καὶ μάλα ἐκπληκτικῶς· ὁ δὲ τρόπος τῆς θήρας οὗτός ἐστι. νύκτα ἀσέληνον οἱ ἐκεῖθι ἁλιεῖς παραφυλάξαντες, ἀπὸ δείπνου γενόμενοι κατὰ δύο ἀπῆραν σκάφος, οὐκ ὄντος κύματος ἀλλὰ ἀκλύστου καὶ γαληναίας τῆς θαλάττης, εἶτα ἡσυχῆ καὶ κατὰ μικρὰ προερέττουσι· καὶ ὃ μὲν αὐτὴν ὑποκινεῖ τῷ