Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/394

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τεκόντος τούτους. μὴ πιστεύειν οὖν τῷ λόγῳ πεῖσαι ἐμαυτὸν οὐ δύναμαι· τὸ δὲ αἴτιον, ἡ τοῦ ἀνδρὸς γλῶττα οὔτε ψεῦδος οὔτε κόμπον ἠπίστατο.

13 Ἦν δὲ ἄρα ὁ λαγὼς καὶ ἀνέμων τε καὶ ὡρῶν ἐπιστήμων· σοφὸν γάρ τι χρῆμα αὐτοῦ, ἀλλ᾽ οὐκ εὔχαρι ὄν. χειμῶνος οὖν τὸν κοῖτον ἐν τοῖς προσηλίοις τίθεται· δῆλα γὰρ δὴ ὅτι θάλπεται μὲν ἀσμένως, κρύει δὲ ἐχθρῶς ἔχει· θέρους δὲ πρὸς ἄρκτον ἀποκλίνει πόθῳ ψύχους. τῆς δὲ τῶν ὡρῶν διαφορᾶς αἱ ῥῖνες αὐτῷ γνώμων. οὐ μὴν ἐπιμύει καθεύδων ὁ λαγώς, καὶ τοῦτο αὐτῷ ζῴων μόνῳ περίεστιν, οὐδὲ νικᾶται τῷ ὕπνῳ τὰ βλέφαρα· φασὶ δὲ αὐτὸν καθεύδειν μὲν τῷ σώματι, τοῖς δὲ ὀφθαλμοῖς τηνικάδε ὁρᾶν. γράφω δὲ ἅπερ οὖν οἱ σοφοὶ τῶν θηρατῶν λέγουσιν. εἰσὶ δὲ αὐτῶν νύκτωρ αἱ νομαί, τοῦτο μὲν καὶ τροφῆς ξένης ἐπιθυμίᾳ ἴσως, ἐγὼ δ᾽ ἂν φαίην ὅτι γυμνασίας ἕνεκα, ἵνα καὶ τηνικάδε ἐπὰν ἀπὸ τοῦ ὕπνου καρτερῇ ἐνεργὸς ὢν κρατύνηται τὸ τάχος. τῆς δὲ ὁδοῦ τῆς ὀπίσω ἐρᾷ δεινῶς, καὶ συντρόφου παντὸς χωρίου ἡττᾶται· ἔνθεν τοι καὶ ἁλίσκεται τὰ πολλά, τὰ ἤθη τὰ οἰκεῖα ἐκλιπεῖν οὐχ ὑπομένων.

14 Θεῖ δὲ ὁ λαγὼς ὑπό τε κυνῶν καὶ ἱππέων διωκόμενος, εἰ μὲν ἐκ πεδιάδος γῆς εἴη, ὠκύτερον τῶν ὀρείων λαγῶν, ἄτε μικρὸς τὸ σῶμα καὶ λεπτός· ἔνθεν τοι καὶ κοῦφον αὐτὸν εἶναι οὐκ ἀπεικός. σκιρτᾷ γοῦν τὰ πρῶτα ἀπὸ τῆς γῆς καὶ πηδᾷ, διαδύεται δὲ καὶ διὰ θάμνων ὀλισθηρῶς καὶ εὐκόλως καὶ διὰ παντὸς ἑλώδους τόπου· καὶ εἴ που πόαι βαθεῖαι, καὶ διὰ τούτων διεκπίπτει ῥᾳδίως. καὶ ὅπερ τοῖς λέουσί φασι τὴν ἀλκαίαν δύνασθαι πρὸς τὸ ἐγείρειν αὑτοὺς καὶ ἐποτρύνειν, τοῦτό τοι καὶ ἐκείνῳ τὰ ὦτά ἐστι, ῥύμης συνθήματα καὶ ἐγερτήρια δρόμου. ἀνακλίνει γοῦν