Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/392

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ ὑπὸ τῆς ἄγαν ὁρμῆς ἐς τὴν θοίνην τὴν φίλην ᾄττει φερομένη· ἕλκεται δὲ ὑπ᾽ αὐτῆς ὡς ὑπό τινος ἴυγγος. εἶτα ἐμπίπτει τῇ θύρᾳ καὶ ἀνατρέπει αὐτὴν καὶ ἔχεται τοῦ δυστυχοῦς δείπνου. τῇ γάρ τοι μηρίνθῳ τῇ προειρημένῃ συνυφάνθη πάγη καὶ μάλα σοφή, ἥπερ οὖν ἐσθιομένου τοῦ κρέως κινεῖται, καὶ περιλαμβάνει τὴν λίχνον πάρδαλιν. καὶ ἑάλω, γαστρὸς ἀδηφάγου καὶ μυσαρᾶς ἑστιάσεως δέκας ἐκτίνουσα ἡ δυστυχής.

11 Αἱροῦνται δὲ οἱ λαγῲ ὑπὸ ἀλωπέκων οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον τέχνῃ· σοφὸν γὰρ ἀπατᾶν ἀλώπηξ, καὶ δόλους οἶδεν. ὅταν γοῦν νύκτωρ ἐς ἴχνος ἐμπέσῃ τοῦ λαγὼ καὶ αἴσθηται τοῦ θηρίου, σιγῇ τε ἐπιβαίνει καὶ ποδὶ ἀψόφῳ, καὶ ἀναστέλλει τὸ ἆσθμα, καὶ καταλαβοῦσα ἐν τῇ κοίτῃ πειρᾶται αἱρεῖν ὡς ἀδεᾶ καὶ ἄφροντιν. ὃ δὲ οὐ τρυφῶν οὐδὲ ῥᾳθύμως καθεύδει, ἀλλ᾽ ἅμα τε ᾔσθετο τοῦ ζῴου τοῦ προσιόντος καὶ τῆς εὐνῆς ἐξεπήδησε καὶ θεῖ· καὶ ὃ μὲν ἀνύτει τὸν δρόμον καὶ μάλα ὠκέως, ἡ δὲ ἀλώπηξ καὶ αὐτὴ κατ᾽ ἴχνος ἵεται καὶ τοῦ δρόμου ἔχεται. καὶ ὃ μὲν πολλὴν ὁδὸν διανύσας, ὡς ἤδη κρείττων καὶ οὐκ ἂν ἁλούς, ἐμπεσὼν ἐς λόχμην ἀσμένως ἀναπαύεται· ἡ δὲ ἀλώπηξ ἐφίσταται, καὶ ἀτρεμεῖν οὐκ ἐπιτρέπει, πάλιν τε αὐτὸν ἐγείρει, καὶ ἐς δρόμον ἐξηνέμωσεν ἕτερον. εἶτα οὐχ ἥττων τῆς προτέρας ὁδὸς καὶ δὴ διηνύσθη, καὶ ὃ μὲν ἀναπαύσασθαι διψᾷ πάλιν, ἣ δὲ ἐφίσταται, καὶ σείουσα τὸν θάμνον ἀγρυπνίαν ἐνεργάζεται αὐτῷ. ὃ δὲ πάλιν ἐκθεῖ, καὶ ἡ ἀλώπηξ οὐχ ὑστερεῖ. συνεχέστερον δὲ ὅταν αὐτὸν δρόμος ἐκ δρόμου διαλάβῃ καὶ ἀγρυπνία διαδέξηται, ὃ μὲν ἀπεῖπε, ἣ δὲ ἐπελθοῦσα κατέσχεν αὐτόν, οὐ μὰ Δία δρόμῳ ἀλλὰ τῷ χρόνῳ καὶ τῷ δόλῳ καθελοῦσα. ταῦτα μὲν οὖν ἄλλως προεκθέων ὁ λόγος ὑπὲρ τοῦ δρόμου