Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/389

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οἰκείων τὸν μάλιστα εὐτολμότατον ἔνδον ὡπλισμένον καταλιπεῖν ἐλλοχῶντα. νύκτωρ οὖν ἐπὶ τὴν συνήθη δαῖτα ὁ πολύπους ἀνέρπει, καὶ περιχυθεὶς τοῖς σκεύεσιν ὥσπερ ἐς πνῖγμα ἀθλητὴς συλλαβὼν τὸν ἀντίπαλον ἐγκρατῶς τε καὶ μάλα εὐλαβῶς, εἶτα συνέτριβε τὸν κέραμον λῃστὴς ὡς εἰπεῖν ὁ πολύπους ῥᾷστα. ἦν δὲ διχόμηνος, καὶ κατελάμπετο ὁ οἶκος, καὶ πάντα ἦν εὐσύνοπτα. ὃ δὲ οὐκ ἐπεχείρει μόνος, δείσας τὸν θῆρα ῾καὶ γὰρ μόνου μείζων ὁ ἐχθρὸς ἦν᾽, περιηγεῖται δὲ ἕωθεν τοῖς ἐμπόροις τὰ πεπραγμένα· ἀκούοντες δὲ ἠπίστουν. εἶτα οἳ μὲν τῆς ζημίας τῆς τοσαύτης μνήμῃ τὸν κίνδυνον ἀνερρίπτουν, καὶ συνελθεῖν τῷ ἐχθρῷ ἔσπευδον, οἳ δὲ τῆς καινῆς καὶ ἀπίστου θέας διψῶντες συναπεκλείοντο αὐθαίρετοι σύμμαχοι. εἶτα ἑσπέρας ὁ φὼρ ἐπιφοιτᾷ, καὶ ὁρμᾷ ἐπὶ τὴν συνήθη τράπεζαν. ἐνταῦθα οἳ μὲν ἀπέφραττον τὸν ὀχετόν, οἳ δὲ ὡπλίζοντο ἐπὶ τὸν πολέμιον, καὶ κοπίσι καὶ ξυροῖς τεθηγμένοις αὐτοῦ διέκοπτον τὰς πλεκτάνας, ὡς δρυὸς κλάδους ἀκροτάτους ἀμπελουργοί τε καὶ δρυοτόμοι. καὶ τὴν ἀλκὴν αὐτοῦ περικόψαντες καθεῖλον ὀψὲ καὶ μόγις οὐκ ὀλίγα πονήσαντες, καὶ τὸ καινότατον, ἐν τῇ γῇ τὸν ἰχθὺν ἐθηράσαντο ἔμποροι. τὸ κακοῦργον δὴ τοῦδε τοῦ ζῴου καὶ τὸ δολερὸν ἀναπέφηνεν ἡμῖν ἴδιον ὄν.

7 Τῶν τεθηραμένων ἐλεφάντων ἰῶνται τὰ τραύματα οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον. καταιονοῦσι μὲν αὐτὰ ὕδατι χλιαρῷ, ὥσπερ οὖν τὸ τοῦ Εὐρυπύλου παρὰ τῷ καλῷ Ὁμήρῳ ὁ Πάτροκλος· εἶτα μέντοι διαχρίουσι βουτύρῳ αὐτά· ἐὰν δὲ ᾖ βαθέα, τὴν φλεγμονὴν πραΰνουσιν ὕεια κρέα θερμὰ μὲν ἔναιμα δὲ ἔτι προσφέροντες καὶ ἐντιθέντες. τὰς δὲ ὀφθαλμίας θεραπεύουσιν αὐτῶν βόειον γάλα ἀλεαίνοντες εἶτα αὐ-