Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/388

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

5 Βάτραχος δὲ θαλάττιος τίκτει κατὰ τοὺς ὄρνιθας ᾠὸν καὶ οὗτος. οὐ ζῳογονεῖ γὰρ ἐν ἑαυτῷ· κεφαλὴν γὰρ ἔχει καὶ τὰ ἀρτιγενῆ μεγάλην τε ἅμα καὶ τραχεῖαν, καὶ διὰ ταῦτα ὑποδέξασθαι τὰ βρέφη δείσαντα ἥκιστός ἐστιν· ἑλκοῖ γὰρ αὐτὸν καὶ κακοῖ ἐσπίπτοντα τὴν αὖθις. ἀλλὰ καὶ τικτόμενα ἂν καὶ ἐξιόντα εἰργάζετο παραπλήσια. οὔτε οὖν εὐώδινες ἐς ζῴων γένεσίν εἰσιν οὔτε μὴν κρησφύγετα τοῖς ἐκγόνοις ἀγαθά. ᾠοῦ δὲ τὴν φύσιν ἢ ἰδιότητα οὐχ ὁμολογεῖ τὸ τῶν βατράχων, τραχὺ δέ ἐστι καὶ ἐκεῖνο, καὶ ἔχει φολίδας, καὶ προσαψαμένῳ φανεῖταί σοι ἀντίτυπον.

6 Οἱ πολύποδες καὶ αὐτοὶ χρόνῳ γίνονται μέγιστοι, καὶ ἐς κήτη προχωροῦσι, καὶ ἐναριθμοῦνται ἐν αὐτοῖς καὶ οὗτοι. ἀκούω γοῦν ἐν Δικαιαρχίᾳ τῇ Ἰταλικῇ πολύπουν ἐς ὄγκον σώματος ὑπερήφανον προελθόντα τὴν μὲν ἐν τῇ θαλάττῃ τροφὴν καὶ τὰς ἐκεῖθεν νομὰς ἀτιμάσαι καὶ ὑπερφρονῆσαι αὐτῶν. προῄει δὲ ἄρα οὗτος καὶ ἐς τὴν γῆν, καὶ ἐλῄζετο καὶ τῶν χερσαίων ἔστιν ἅ. οὐκοῦν διά τινος ὑπονόμου κρυπτοῦ ἐκβάλλοντος ἐς τὴν θάλατταν τὰ ἐκ τῆς πόλεως τῆς προειρημένης ῥυπαρὰ ἐσνέων καὶ ἀνιὼν ἐς οἶκόν τινα πάραλον, ἔνθα ἦν ἐμπόρων Ἰβηρικῶν φόρτος καὶ ταρίχη τὰ ἐκεῖθεν ἐν σκεύεσιν ἁδροῖς, εἶτα τὰς πλεκτάνας περιχέων καὶ σφίγγων τὸν κέραμον ἐρρήγνυ τὰ ἀγγεῖα καὶ κατεδαίνυτο τὰ ταρίχη. οἱ δὲ ἐσιόντες ὡς ἑώρων τὰ ὄστρακα, πολὺν δὲ τοῦ φόρτου ἀριθμὸν ἀφανῆ κατελάμβανον, ἐξεπλήττοντο καὶ τίς ἦν ὁ κεραΐζων αὐτοὺς συμβαλεῖν οὐκ εἶχον, τῶν μὲν θυρῶν ἀνεπιβουλεύτων βλεπομένων, τοῦ δὲ ὀρόφου ὄντος ἀσινοῦς καὶ τῶν τοίχων μὴ διεσκαμμένων· ἑωρᾶτο δὲ καὶ τῶν ἰχθύων τῶν ταρίχων λείψανα ὑπολειφθέντα ὑπὸ τοῦ ἀκλήτου δαιτυμόνος. ἔκριναν δή τινα τῶν