Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/386

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐπιπτάς, εἶτα μέντοι κατὰ τοῦ ζυγοῦ καθίσας συνδιημέρευσεν, οὐδὲ προαπέστη πρὶν ἢ γενομένης ἑσπέρας καὶ ἐκεῖνος κατέλυσε τὴν ἄροσιν ἐπιστάντος τοῦ βουλυτοῦ. Γέλωνος δὲ τοῦ Συρακοσίου παιδὸς ὄντος λύκος μέγιστος ἐσπηδήσας ἐς τὸ διδασκαλεῖον ἐξήρπασε τῶν χειρῶν τοῖς ὀδοῦσι τὴν δέλτον, καὶ ὁ Γέλων ἐξαναστὰς τοῦ θάκου ἐδίωκεν αὐτόν, τὸ μὲν θηρίον μὴ καταπτήξας, περιεχόμενος δὲ τῆς δέλτου ἰσχυρῶς. ἐπεὶ δὲ ἔξω τοῦ διδασκαλείου ἐγένετο, τὸ μὲν κατηνέχθη καὶ τοὺς παῖδας αὐτῷ διδασκάλῳ κατέβαλε, θείᾳ δὲ προμηθείᾳ ὁ Γέλων περιῆν μόνος. καὶ τό γε παράδοξον, οὐκ ἀπέκτεινεν ἄνθρωπον ἀλλ᾽ ἔσωσε λύκος, οὐκ ἀτιμασάντων τῶν θεῶν οὐδὲ διὰ τῶν ἀλόγων τῷ μὲν τὴν βασιλείαν προδηλῶσαι, τὸν δὲ τοῦ μέλλοντος κινδύνου σῶσαι. ἴδιον δὴ τῶν ζῴων καὶ τὸ θεοφιλές.

2 Οἱ Κᾶρες αἱροῦσι τοὺς σαργοὺς τὸν τρόπον τοῦτον. νότου καταπνέοντος ἡσυχῆ καὶ προσβάλλοντος αὔρας μαλακωτέρας καὶ τοῦ κύματος στορεσθέντος καὶ πράως ταῖς ψάμμοις ἐπηχοῦντος, τηνικαῦτα ὁ θηρατὴς καλάμου μὲν οὐ δεῖται οὐδὲ ἕν, λαβὼν δὲ ἀρκεύθου ῥάβδον πάνυ σφόδρα ἐρρωμένης, ἀπ᾽ ἄκρας αὐτῆς ἐξάπτει σειράν, καὶ περιπείρει τῷ ἀγκίστρῳ λυκόστομον ὄντα ἡμιτάριχον, καὶ καθίησιν ἐς τὴν θάλατταν. καὶ κάθηται μὲν ἐπὶ τῇ πρύμνῃ τῆς πορθμίδος καὶ τὸν δόλον ὑποκινεῖ, ὑπερέττει δέ οἱ παῖς ἡσυχῆ, προμαθὼν τῆς ἐλάσεως τὸ σχολαῖον ἐπίτηδες, καὶ ὡς ἐπὶ τὴν γῆν προάγει τὸ σκάφος. πολλοὶ δὲ οἱ σαργοὶ περισκιρτῶσιν ἐκ τῶν συντρόφων φωλεῶν ἀναθορόντες, ἀθροίζονται δὲ ἐπὶ τὸ ἄγκιστρον· ἄγει γὰρ αὐτοὺς οἱονεὶ ἴυγγι ὁ πάλαι μὲν τεθνηκὼς ἐς τὸ ἑλεῖν δὲ σκευασθεὶς ἰχθύς. εἶτα πλησίον τῆς γῆς γε-