Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/376

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λον οὖν ἐκεῖνοι λέγειν ταῦτα τὰ ζῷα τὸν χρησμόν, καὶ ἡρμόσαντο τὰς Θερσάνδρου τοῦ Κλεωνύμου θυγατέρας δοκίμου ἀνδρός. εἰ δὲ οἱ θεοὶ ἴσασι τὸ ἡμερώτατον ζῷον καὶ τὸ ἀγριώτατον, οὐδὲ ἡμῖν ἐκμελὲς τὰς φύσεις αὐτῶν εἰδέναι.

32 Ἡ Ἰνδῶν γῆ φέρει πολλὰ καὶ ποικίλα. καὶ τὰ μὲν εὐδαίμονός ἐστι καὶ θαυμαστῆς μαρτύρια φορᾶς, τὰ δὲ οὐκ ἀξιόζηλα οὐδὲ οἷα ἐπαινεῖν ἢ ποθεῖν ἄξια. καὶ ὑπὲρ μὲν τῶν λυσιτελῶν ἢ ἁβρῶν τε καὶ πολυτελῶν τὰ μὲν εἶπον, τὰ δὲ εἰρήσεται σὺν τοῖς θεοῖς· τὸ δὲ νῦν ἔχον ὅπως ὠδῖνα ὄφεων ἡ γῆ ἐπιδείκνυται εἰπεῖν ὥρμημαι. πολλοὺς τίκτει καὶ διαφόρους, καὶ τὸ λειφθὲν τοῖς ἀπείροις ἄπειρον. οὗτοι οὖν οἱ ὄφεις καὶ ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα ἀδικοῦσι. τίκτει δὲ ἡ αὐτὴ γῆ καὶ πόας τῶν δηγμάτων ἀμυντηρίους, ἔχουσί τε αὐτῶν τὴν ἐμπειρίαν τε καὶ σοφίαν οἱ ἐπιχώριοι, καὶ ποῖον φάρμακον ὄφεως τίνος ἀντίπαλόν ἐστι κατεγνώκασι, καὶ ἀμύνουσιν ὡς ὅτι τάχιστα ἀλλήλοις, ἐπιτεμέσθαι πειρώμενοι τὴν τοῦ ἰοῦ κατὰ τοῦ σώματος ἐπινομὴν ὀξυτάτην τε οὖσαν καὶ ὠκίστην. καὶ ταῦτα μὲν αὐτοῖς ἐς ἐπικουρίαν τὴν ἀναγκαίαν καὶ μάλα εὐπόρως ἀνίησιν ἡ χώρα καὶ ἀφθόνως· ὄφις δὲ ὃς ἂν ἀποκτείνῃ ἄνθρωπον, ὡς Ἰνδοὶ λέγουσιν ῾καὶ μάρτυρας ἐπάγονται Λιβύων πολλοὺς καὶ τοὺς περὶ Θήβας οἰκοῦντας Αἰγυπτίων᾽, οὐκέτι καταδῦναι καὶ ἐσερπύσαι ἐς τὴν ἑαυτοῦ οἰκίαν ἔχει, τῆς γῆς αὐτὸν μὴ δεχομένης, ἀλλ᾽ ἐκβαλλούσης τῶν οἰκείων ὡς ἂν εἴποις φυγάδα κόλπων. ἀλήτης δ᾽ ἐντεῦθεν καὶ πλάνης περιέρχεται, καὶ ταλαιπωρεῖται ὑπαίθριος καὶ διὰ τοῦ θέρους καὶ διὰ τοῦ χειμῶνος, καὶ οὔτε ἔτι σύννομος αὐτῷ πρόσεισιν, οὔτε οἱ ἐξ αὐτοῦ γεννώμενοι γνωρίζουσι τὸν πατέρα. τι-