Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/374

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οἱ δὲ θῶες, ὡς Ἀριστοτέλης λέγει, διὰ μὲν τοῦ θέρους εἰσὶ ψιλοί, δασεῖς δὲ διὰ τοῦ χειμῶνος.

29 Ἐν Βουβάστῳ δὲ τῇ Αἰγυπτίᾳ λίμνη ἐστί, καὶ τρέφει σιλούρων πάμπολυ πλῆθος, καὶ χειροήθεις εἰσὶν οὗτοί γε καὶ ἰχθύων πραότατοι. καὶ ἐμβάλλουσιν αὐτοῖς ἄρτων τρύφη, οἳ δὲ ἀνασκιρτῶσι καὶ πηδῶντες ἄλλος πρὸ ἄλλου τὰς ἐμβαλλομένας τροφὰς ἐκλέγουσι. γίνεται δὲ ἄρα ὁ ἰχθὺς ὅδε καὶ ἐν ποταμοῖς, ὥσπερ οὖν ἐν τῷ Κύδνῳ τῷ Κιλικίῳ· βραχὺς δὲ οὗτός ἐστι τὸ μέγεθος. τὸ δὲ αἴτιον, οὐ τρέφει τοῦτον ἀφθόνως διειδὲς νᾶμα καὶ καθαρὸν καὶ προσέτι καὶ ψυχρόν ῾τοιοῦτος δὲ ὁ Κύδνος ἐστί᾽, τεθολωμένῳ δὲ καὶ ἰλύος μεστῷ φιληδεῖ μᾶλλον καὶ ἐνταῦθα πιαίνεται. Πύραμος δὲ καὶ Σάρος τρέφουσι τούτων ἁδροτέρους, καὶ οὗτοι δὲ Κίλικές εἰσιν. εἶεν δ᾽ ἂν οἱ αὐτοὶ τρόφιμοι καὶ Ὀρόντου τοῦ Σύρων, καὶ μέντοι καὶ Πτολεμαῖος ποταμὸς μεγίστους τρέφει, καὶ λίμνη δὲ ἡ Ἀπαμεῖτις.

30 Χειροήθεις δὲ ἰχθῦς καὶ ὑπακούοντες τῇ κλήσει καὶ τροφὰς ἀσμένως δεχόμενοι πολλαχόθι καὶ εἰσὶ καὶ τρέφονται, ὥσπερ οὖν καὶ ἐν Ἠπείρῳ** ἐν ἐστῶτι μὲν τῇ πόλει, ἣν ἐκάλουν πάλαι Στεφανήπολιν, ἐν τῷ νεῷ τῆς Τύχης ἐν ταῖς παρ᾽ ἑκάτερα ἀνιόντων δεξαμεναῖς, καὶ ἐν Ἑλώρῳ δὲ τῆς Σικελίας, ὅπερ ἦν πάλαι Συρακοσίων φρούριον, καὶ ἐν τῷ ἱερῷ δὲ τοῦ Λαβρανδέως Διὸς ἐν κρήνῃ διειδοῦς νάματος, καὶ ἔχουσιν ὁρμίσκους χρυσοῦς καὶ ἐλλόβια, χρυσᾶ μέντοι καὶ ταῦτα. ἀφέστηκε δὲ ὁ νεὼς τοῦ Διὸς τοῦδε τῆς Μυλασέων πόλεως σταδίους ἑβδομήκοντα. τὸ δὲ ἄγαλμα ξίφος παρήρτηται, καὶ τιμᾶται καλούμενος Κάριός τε καὶ Στράτιος· πρῶτοι γὰρ οἱ Κᾶρες ἀγορὰν πολέμου ἐπενόησαν, καὶ ἐστρατεύσαντο ἀργυρίου,