Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/372

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῳ δοκεῖ μῦθος τοῦτο, σύμφημι πειρώμενος ἐς ἰσχὺν κατεγνωκέναι αὐτόν· Ἀχαιμένη γε μὴν τὸν Πέρσην, ἀφ᾽ οὗ καὶ κάτεισιν ἡ τῶν Περσῶν εὐγένεια, ἀετοῦ τρόφιμον ἀκούω γενέσθαι.

22 Ἐν δὲ Κρήτῃ Ῥοκκαίας οὕτως Ἀρτέμιδος καλεῖται νεώς. ἐνταῦθα οἱ κύνες λυττῶσιν ἰσχυρῶς. ἐς ταύτην οὖν ὅταν τὴν νόσον ἐμπέσωσιν, εἶτα μέντοι ἑαυτοὺς ἐκ τῆς ἄκρας ἐπὶ τὴν κεφαλὴν ὠθοῦσιν ἐς τὴν θάλατταν.

23 Ἐν τῇ Ἐλυμαίᾳ χώρᾳ νεώς ἐστιν Ἀναΐτιδος, καί εἰσιν ἐνταυθοῖ τιθασοὶ λέοντες, καὶ τοὺς ἐς τὸν νεὼν παριόντας ἀσπάζονταί τε καὶ σαίνουσι. καὶ εἰ καλοίης ἐσθίων, οἳ δὲ ὡς κλητοὶ δαιτυμόνες ἔρχονται, καὶ ὅσα ἂν ὀρέξῃς λαβόντες εἶτα ἀπίασι σωφρόνως τε καὶ κεκοσμημένως.

24 Ἐν τῇ θαλάττῃ τῇ Ἐρυθρᾷ ἰχθὺς γίνεταί φασι, καὶ ὄνομα αὐτῷ ὑγρὸς φοίνιξ, καὶ γραμμὰς ἔχει μελαίνας, καὶ μεταξὺ τούτων κυαναῖς σταγόσι κατέστικται.

25 Τῷ δὲ σαύρῳ τῷ ἐκεῖθι τὸ μὲν μῆκος τῷ κατὰ τὴν ἡμετέραν γινομένῳ θάλατταν ἴσον ἐστί, ῥάβδοι δὲ αὐτὸν περιέρχονται χρυσῷ προσεικασμέναι ἀπὸ τῶν βραγχίων ἐς τὴν οὐρὰν καθήκουσαι, μέση δὲ αὐτὰς διατέμνει ἀργύρῳ προσεικασμένη. τὸ στόμα δὲ αὐτῷ κέχηνε, καὶ ἡ κάτω γένυς ἐς τὴν ἄνω νεύειν πέφυκε· πρασίνους δὲ ἔχει τοὺς ὀφθαλμούς, βλέφαρα δὲ αὐτοὺς περιέρχεται χρυσοειδῆ. ἔστι δὲ καὶ ὁ χάραξ καλούμενος τῆς αὐτῆς θαλάττης θρέμμα. ἔχει δὲ πτερύγια, καὶ χρυσῷ προσείκασται ὅσα γε ἰδεῖν τὰ παρ᾽ ἑκάτερα, καὶ νωτιαῖα ὅσα καὶ ταῦτα ἔχει χρυσοειδῆ. κατωτέρω δὲ ἄρα εἰσὶ πορφυραῖ ζῶναι τὴν χρόαν, χρυσοειδὲς δὲ καὶ τὸ οὐραῖόν μοι νόει τοῦ αὐτοῦ-