Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/368

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀνθρώπου τε θήραν καὶ ζῴου ἑτέρου. τὴν ἀτραπὸν δἰ ἧς οἶδε κατιόντας ἐς ποταμὸν ἢ ἐφ᾽ ὑδρείαν ἢ ἵππου ἀρδείαν ἢ καμήλου ἢ καὶ νὴ Δία ὥστε ἐπιβῆναι πλοίου, ταύτην τοι νύκτωρ πολλῷ τῷ ὕδατι καταρραίνει·, καὶ ἐμπλήσας τὸ στόμα ἐγχεῖ κατὰ τῆς ἀτραποῦ πολλάκις, ὀλισθηρὰν αὐτὴν ἐργάσασθαι θέλων καὶ εὐκολωτέραν ἑαυτῷ τὴν ἄγραν ἀποφαίνων· τὰ γάρ τοι κατολισθάνοντα οὐ κρατεῖ τῆς ἐπιβάθρας, ἀλλ᾽ ἐκεῖνα μὲν κατηνέχθη, ὃ δὲ ὑπεπήδησεν ὑπολαβὼν καὶ δειπνεῖ. ὀλίγα δὲ κροκοδείλων πέρι ἐρῶ καὶ νῦν. οὐ πρὸς πᾶν τὸ τῶν τροχίλων γένος ἐστὶ τῷδε τῷ θηρίῳ ἔνσπονδα ῾πολλὰ δὲ αὐτῶν γένη καὶ ὀνόματα, τραχέα δὲ καὶ ἀκοῦσαι ἀντίτυπα, καὶ διὰ τοῦτο ἐῶ αὐτά᾽ μόνον δὲ τὸν καλούμενον κλαδαρόρυγχον ἑταῖρον καὶ φίλον ἔχει· δύναται γὰρ οὗτος ἀλύπως ἐκλέγειν αὐτῷ τὰς βδέλλας.

16 Λέγει Δημόκριτος πολύγονα εἶναι ὗν καὶ κύνα, καὶ τὴν αἰτίαν προστίθησι λέγων, ὅτι πολλὰς ἔχει τὰς μήτρας καὶ τοὺς τόπους τοὺς δεκτικοὺς τοῦ σπέρματος. ὁ τοίνυν θορὸς οὐκ ἐκ μιᾶς ὁρμῆς ἁπάσας αὐτὰς ἐκπληροῖ, ἀλλὰ δίς τε καὶ τρὶς ταῦτα τὰ ζῷα ἐπιθόρνυται, ἵνα ἡ συνέχεια πληρώσῃ τὰ τοῦ γόνου δεκτικά. ἡμιόνους δὲ λέγει μὴ τίκτειν· μὴ γὰρ ἔχειν ὁμοίας μήτρας τοῖς ἄλλοις ζῴοις, ἑτερομόρφους δέ, ἥκιστα δυναμένας γονὴν δέξασθαι· μὴ γὰρ εἶναι φύσεως ποίημα τὴν ἡμίονον, ἀλλὰ ἐπινοίας ἀνθρωπίνης καὶ τόλμης ὡς ἂν εἴποις μοιχιδίου ἐπιτέχνημα τοῦτο καὶ κλέμμα. δοκεῖ δέ μοι, ἦ δ᾽ ὅς, ὄνος ἵππον βιάσασθαι κατὰ τύχην, μαθητὰς δὲ ἀνθρώπους τῆς βίας ταύτης γεγενημένους εἶτα μέντοι προελθεῖν ἐπὶ τὴν τῆς γονῆς αὐτῶν συνήθειαν. καὶ μάλιστά γε τοὺς τῶν Λιβύων ὄνους μεγίστους ὄντας ἐπιβαίνειν ταῖς