Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/365

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ ταῦτα μὲν ἐς τοὺς μύθους ἀποκρίνωμεν, τά γε μὴν λεόντων ἴδια καὶ ἀνωτέρω καὶ νῦν δὲ ἀποχρώντως εἴρηται.

8 Ζῷόν ἐστιν ὁ πυραύστης, ὅπερ οὖν χαίρει μὲν τῇ λαμπηδόνι τοῦ πυρὸς καὶ προσπέτεται τοῖς λύχνοις ἐνακμάζουσιν, ἐμπεσὼν δὲ ὑπὸ ῥύμης εἶτα μέντοι καταπέφλεκται. μέμνηται δὲ αὐτοῦ καὶ Αἰσχύλος ὁ τῆς τραγῳδίας ποιητὴς λέγων

δέδοικα μωρὸν κάρτα πυραύστου μόρον.

9 Ὁ δὲ κίγκλος ζῷόν ἐστι πτηνὸν ἀσθενὲς τὰ κατόπιν, καὶ διὰ τοῦτό φασι μὴ ἰδίᾳ μηδὲ καθ᾽ ἑαυτὸν δυνάμενον αὐτὸν νεοττιὰν συμπλέξαι, ἐν ταῖς ἄλλων δὲ τίκτειν. ἔνθεν τοι καὶ τοὺς πτωχοὺς κίγκλους ἐκάλουν αἱ τῶν ἀγροίκων παροιμίαι. κινεῖ δὲ τὰ οὐραῖα πτερά, ὥσπερ οὖν ὁ παρὰ τῷ Ἀρχιλόχῳ κηρύλος. μέμνηται δὲ καὶ τοῦ ὄρνιθος τοῦδε Ἀριστοφάνης ἐν τῷ Ἀμφιαράῳ λέγων

ὀσφὺν δ᾽ ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλος
ἀνδρὸς πρεσβύτου, τελέειν δ᾽ ἀγαθὴν ἐπαοιδήν.

καὶ ἐν τῷ Γήρᾳ

λορδοῦ κιγκλοβάταν ῥυθμόν.

καὶ Αὐτοκράτης ἐν Τυμπανισταῖς

οἷα παίζουσιν φίλαι
παρθένοι Λυδῶν κόραι
κοῦφα πηδῶσαι κόμαν,
κἀνακρούουσαι χεροῖν,
Ἐφεσίαν παρ᾽ Ἄρτεμιν
καλλίσταν, καὶ τοῖν ἰσχίοιν
τὸ μὲν κάτω τὸ δ᾽ αὖ
εἰς ἄνω ἐξαίρουσα,
οἷα κίγκλος ἅλλεται.