Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/363

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ τὸν τοῦ φονέως πατέρα σώσαντα καὶ ἐς τὴν Αἰγυπτίων βασιλείαν ἐπαναγαγόντα εἴασαν ἐρριμένον, ἄμοιρον τῆς κεφαλῆς, πλησίον τῆς θαλάττης καὶ ἐκεῖνον, ὡς ὑμᾶς πολλάκις ἐῶσι. τὸ γάρ τοι ζῷον τὸ πάμβορον τοῦτο οὐδὲ ὑμῶν φείδεται, ἀλλὰ καὶ ὑμᾶς ταρίχους ἐργάσασθαι τολμῶσι, καὶ σφᾶς αὐτοὺς λελήθασι ταῖς Μούσαις ταῖς Διὸς θυγατράσι ταῦτα ἀπὸ θυμοῦ δρῶντες.

7 Λέοντας μὲν ἐν Αἰγύπτῳ σέβουσι, καὶ ἐξ αὐτῶν κέκληται πόλις· καὶ τὰ ἴδιά γε τῶν ἐκεῖ λεόντων εἰπεῖν ἄξιον. ἔχουσι νεὼς καὶ διατριβὰς εὖ μάλα ἀφθόνους, καὶ κρέα βοῶν αὐτοῖς ἐστιν ὁσημέραι, καὶ διασπαρακτὰ κεῖται γυμνὰ ὀστῶν καὶ ἰνῶν, καὶ ἐσθιόντων ἐπᾴδουσιν Αἰγυπτίᾳ φωνῇ. ἡ δὲ ὑπόθεσις τῆς ᾠδῆς, ῾μὴ βασκήνητέ τινα τῶν ὁρώντων᾽, καὶ ἔοικεν ὡς ἂν εἴποις ἀντὶ περιάπτων τὸ ᾆσμα. ἐκθεοῦνται δὲ ἄρα παρ᾽ αὐτοῖς πολλοί, καὶ ἀντιπρόσωποί γε δίαιται ἀνειμέναι αὐτοῖς εἰσι. καὶ αἱ μὲν πρὸς τὴν ἕω θυρίδες, αἱ δὲ πρὸς τὴν ἑσπέραν ἀνεῳγμέναι κεχαρισμενωτέραν αὐτοῖς τὴν δίαιταν ἀποφαίνουσιν. ἔστι δὲ αὐτοῖς καὶ γυμνάσια ὑγιείας χάριν, καὶ πλησίον παλαῖστραι, ὁ δὲ ἀντίπαλος μόσχος τῶν εὐτραφῶν. καὶ πρὸς τοῦτον γυμνασάμενος, ἢν αὐτὸν καθέλῃ ῾δρᾷ δὲ βραδέως ὑπ᾽ ἀργίας αὐτὸ καὶ ἀθηρίασ᾽, ἐμφορεῖταί τε καὶ ὑποστρέφει ἐς τὸ αὔλιον τὸ ἴδιον. διάπυρον δέ ἔστι τὸ ζῷον ἰσχυρῶς, καὶ ἐντεῦθεν καὶ Ἡφαίστῳ ἀνῆψαν αὐτὸ Αἰγύπτιοι· τὸ δὲ ἔξωθεν πῦρ δυσωπεῖται καὶ φεύγειπλήθει τοῦ ἔνδοθέν φασιν. ἐπειδὴ δὲ ἄγαν πυρῶδές ἐστι, οἶκον Ἡλίου φασὶν εἶναι· καὶ ὅταν γε ᾖ ἑαυτοῦ θερμότατος καὶ θερειότατος ὁ ἥλιος, λέοντι αὐτὸν πελάζειν φασί. προσέτι γε μὴν καὶ οἱ τὴν μεγάλην οἰκοῦντες Ἡλίου πόλιν ἐν