Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/361

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μνον**, καὶ ἄλλον ἄλλῳ θεῷ. γένη δὴ ἱεράκων ἐστὶ πάμπολλα.

5 Αἰγύπτιοι μὲν οὖν σέβοντές τε καὶ ἐκθεοῦντες γένη ζῴων διάφορα γέλωτα ὀφλισκάνουσι παρά γε τοῖς πολλοῖς· Θηβαῖοι δὲ σέβουσιν Ἕλληνες ὄντες ὡς ἀκούω γαλῆν, καὶ λέγουσί γε Ἡρακλέους αὐτὴν γενέσθαι τροφόν, ἢ τροφὸν μὲν οὐδαμῶς, καθημένης δὲ ἐπ᾽ ὠδῖσι τῆς Ἀλκμήνης καὶ τεκεῖν οὐ δυναμένης, τὴν δὲ παραδραμεῖν καὶ τοὺς τῶν ὠδίνων λῦσαι δεσμούς, καὶ προελθεῖν τὸν Ἡρακλέα καὶ ἕρπειν ἤδη. καὶ οἱ τὴν Ἁμαξιτὸν τῆς Τρωάδος κατοικοῦντες μῦν σέβουσιν· ἔνθεν τοι καὶ τὸν Ἀπόλλω τὸν παρ᾽ αὐτοῖς τιμώμενον Σμίνθιον καλοῦσί φασιν. ἔτι γὰρ καὶ τοὺς Αἰολέας καὶ τοὺς Τρῶας τὸν μῦν προσαγορεύειν σμίνθον, ὥσπερ οὖν καὶ Αἰσχύλος ἐν τῷ Σισύφῳ

ἀλλ᾽ ἀρουραῖός τίς ἐστι σμίνθος ὧδ᾽ ὑπερφυής. καὶ τρέφονται μὲν ἐν τῷ Σμινθείῳ μύες τιθασοὶ δημοσίας τροφὰς λαμβάνοντες, ὑπὸ δὲ τῷ βωμῷ φωλεύουσι λευκοί, καὶ παρὰ τῷ τρίποδι τοῦ Ἀπόλλωνος ἕστηκε μῦς. μυθολόγημα δὲ ὑπὲρ τῆσδε τῆς θρησκείας καὶ ἐκεῖνο προσακήκοα. τῶν Αἰολέων καὶ τῶν Τρώων τὰ λήια πολλὰς μυῶν μυριάδας ἐπελθούσας ἄωρα ὑποκείρειν καὶ ἀτελῆ τὰ θέρη τοῖς σπείρασιν ἀποφαίνειν. οὐκοῦν τὸν ἐν Δελφοῖς θεὸν πυνθανομένων εἰπεῖν ὅτι δεῖ θύειν Ἀπόλλωνι Σμινθεῖ, τοὺς δὲ πεισθέντας ἀπαλλαγῆναι τῆς ἐκ τῶν μυῶν ἐπιβουλῆς καὶ τὸν πυρὸν αὐτοῖς ἐς τὸν νενομισμένον ἄμητον ἀφικνεῖσθαι. ἐπιλέγουσι δὲ ἄρα τούτοις καὶ ἐκεῖνα. ἐς ἀποικίαν Κρητῶν οἱ σταλέντες οἴκοθεν ἔκ τινος τύχης καταλαβούσης αὐτοὺς ἐδεήθησαν τοῦ Πυθίου φῆναί τινα αὐτοῖς χῶρον