Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/360

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μενοι οὕτως τῆς ἀλλήλων βορᾶς ἄγευστοί τε καὶ ἀμαθεῖς διαμένουσιν.

3 Λέγουσιν Αἰγύπτιοι, καὶ ἐμὲ μὲν ἥκιστα πείθουσι, λέγουσι δ᾽ οὖν ἄρνα καὶ ὀκτάπουν καὶ δίκερκον κατὰ τὸν Βόκχοριν τὸν ᾀδόμενον ἐκεῖνον γενέσθαι, καὶ ῥῆξαι φωνήν. καὶ δύο κεφαλὰς ᾄδουσι τῆς ἀρνός, καὶ τετράκερω γενέσθαι φασὶ τὴν αὐτήν. Ὁμήρῳ μὲν οὖν φωνὴν Ξάνθῳ τῷ ἵππῳ δόντι συγγνώμην νέμειν ἄξιον, ποιητὴς γάρ· καὶ Ἀλκμὰν δὲ μιμούμενος ἐν τοῖς τοιούτοις Ὅμηρον οὐκ ἂν φέροιτο αἰτίαν, ἔχει γὰρ ἀξιόχρεων ἐς αἰδῶ τὴν πρωτίστην τόλμαν· Αἰγυπτίοις δὲ τοιαῦτα κομπάζουσι προσέχειν πῶς οἷόν τε; εἴρηται δ᾽ οὖν, εἰ καὶ μυθώδη, τὰ τῆσδε τῆς ἀρνὸς ἴδια.

4 Καὶ ἐκεῖνο δὲ ὑπὲρ τῶν ἱεράκων ἀκούσας οἶδα. πρὸ τοῦ τὸν Νεῖλον ἐπιπολάζειν τῇ Αἰγύπτῳ καὶ ἐς τὰς ἀρούρας ἀνέρχεσθαι, ἀφιᾶσι τῶν πτερῶν τὰ ἤδη γηρῶντα ὥσπερ οὖν τῶν φυτῶν οἱ κλάδοι τὰ φύλλα τὰ ξηρά, καὶ ἀναφύουσι πτίλα νεαρὰ καὶ ὡραῖα οἱ ἱέρακες ὡς τὴν ἄνθην τὰ δένδρα. γένη δὲ ἱεράκων πλείονα ἄρα ἦν, καὶ ἔοικεν ὑπαινίττεσθαι καὶ Ἀριστοφάνης τοῦτο. φησὶ γοῦν

ἀλλ᾽ ἐπέμψαμεν
τρισχιλίους ἱέρακας ἱπποτοξότας.
χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος
κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός.

νενέμηνται δὲ καὶ ἀπεκρίθησαν θεοῖς πολλοῖς. ὁ μὲν περδικοθήρας καὶ ὠκύπτερος Ἀπόλλωνός ἐστι θεράπων φασί, φήνην δὲ καὶ ἅρπην Ἀθηνᾷ προσνέμουσιν, Ἑρμοῦ δὲ τὸν φασσοφόντην ἄθυρμα εἶναί φασιν, Ἥρας δὲ τὸν τανυσίπτερον, καὶ τὸν τριόρχην οὕτω καλούμενον Ἀρτέμιδος. μητρὶ δὲ θεῶν τὸν μέρ-