Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/358

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ καὶ πλατυώνυχα κύκνος χήν. γαμψώνυχα δὲ ἱέρακες ἀετοί. τὴν δὲ τῶν ἄλλων ζῴων ἰδιότητα ἀλλαχοῦ εἶπον.

38 Φιλότεκνον δὲ ἄρα ζῷον ἦν καὶ ὁ χηναλώπηξ, καὶ ταὐτὰ τοῖς πέρδιξι δρᾷ. καὶ γὰρ οὗτος πρὸ τῶν νεοττῶν ἑαυτὸν κυλίει, καὶ ἐνδίδωσιν ἐλπίδα ὡς θηράσοντι αὐτὸν τῷ ἐπιόντι· οἳ δὲ ἀποδιδράσκουσιν ἐν τῷ τέως. ὅταν δὲ πρὸ ὁδοῦ γένωνται, καὶ ἐκεῖνος ἑαυτὸν τοῖς πτεροῖς ἐλαφρίσας ἀπαλλάττεται.

39 Λέγουσι δὲ Αἰγύπτιοι τὸν ἱέρακα ζῶντα μὲν καὶ ἔτι περιόντα θεοφιλῆ ὄρνιν εἶναι, τοῦ βίου δὲ ἀπελθόντα καὶ μαντεύεσθαι καὶ ὀνείρατα ἐπιπέμπειν, ἀποδυσάμενον τὸ σῶμα καὶ ψυχὴν γεγενημένον γυμνήν. λέγουσι δὲ Αἰγύπτιοι καὶ τρίποδα ἱέρακα παρ᾽ αὐτοῖς φανῆναί ποτε, καὶ ὑγιᾶ δοκοῦσι λέγειν τοῖς πεπιστευκόσιν.

40 Πέρδικες οἱ Παφλαγόνες δικάρδιοί εἰσιν, ὥσπερ οὖν Θεόφραστος λέγει. καὶ Θεόπομπος λέγει τοὺς ἐν Βισαλτίᾳ λαγὼς διπλᾶ ἥπατα ἔχειν ἕκαστον. λέγει δὲ Ἀπίων, εἰ μὴ τερατεύεται, καὶ ἐλάφους νεφροὺς τέτταρας ἔχειν κατά τινας τόπους. λέγει δὲ ὁ αὐτὸς καὶ κατὰ τὸν Οἴνιδα τὸν Μήνιδος δικέφαλον γέρανον φανῆναι, καὶ εὐθενῆσαι τὴν Αἴγυπτον· καὶ ἐπ᾽ ἄλλου βασιλέως τετρακέφαλον ὄρνιν, καὶ πλημμυρῆσαι τὸν Νεῖλον ὡς οὔποτε, καὶ καρπῶν ἀφθονίαν γενέσθαι καὶ εὐποτμίαν ληίων θαυμαστήν. τετράκερων δὲ ἔλαφον Νικοκρέων ὁ Κύπριος ἔσχε, καὶ ἀνέθηκε Πυθοῖ καὶ ὑπέγραψε

σῆς ἕνεκεν, Λητοῦς τοξαλκέτα κοῦρ᾽, ἐπινοίας
τήνδ᾽ ἕλε Νικοκρέων τετράκερων ἔλαφον.

καὶ μέντοι καὶ τετράκερω πρόβατα ἐν τῷ τοῦ Διὸς τοῦ Πολιέως ἦν καὶ τρίκερω. ἐγὼ δὲ καὶ πεντάποδα βοῦν ἱερὸν ἐθεασάμην, ἀνάθημα τῷ θεῷ τῷδε ἐν τῇ πόλει τῇ Ἀλεξανδρέων τῇ μεγάλῃ, ἐν τῷ ᾀδομένῳ