Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/356

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πάντα, ἀδύνατος δὲ εἶναι θεῶν κτῆμα ὑφελέσθαι. οἷα οὖν εἰκὸς ἦν ἔρις ὑπὲρ τούτων καὶ βοὴ ἤδη, καὶ ἤκουον πολλοί· εἶτα ἄνεισιν ὁ ἐπὶ πᾶσιν ἱερεύς, καὶ ἐρωτᾷ τῆς ἐν τῷ νεῷ φιλονεικίας τὴν ὑπόθεσιν, καὶ ἐλέγχουσιν ἀλλήλους. καὶ ὁ μὲν πλούσιος ἀπειλαῖς καὶ βλασφημίαις καὶ λοιδορίαις αἰκισθεὶς ἀπαλλάττεται καὶ ὄρνιθος ἄλλου καταπιὼν ὀστοῦν καὶ ὀδυνώμενος τὸν βίον κατέστρεψεν ἀλγεινότατα, τὸν δὲ ὑπηρέτην τὸν κακὸν οἷα δήπου ἱερόσυλον ὁ τῆς πόλεως ἁρμοστὴς ἐκόλασε, τὸν δὲ ὄρνιν οὔτε ζῶντα οὔτε νεκρὸν ἐθεάσαντο, ἀλλὰ ἑκατὸν ὡς λόγος ἔτη διαβώσας εἶτα ἠφανίσθη.

34 Καὶ ἐκεῖνο δὲ ἔοικε τούτῳ καὶ ὁμολογεῖ. Κίσσος ὄνομα θεραπεύων τὸν Σάραπιν ἰσχυρῶς, ἐπιβουλευθεὶς ὑπὸ τῆς πρότερον μὲν ἐρωμένης ὕστερον δὲ γαμετῆς, καὶ ᾠὰ ὄφεως φαγών, ὠδυνᾶτο καὶ ἑαυτοῦ κακῶς εἶχε, καὶ ἐπίδοξος τεθνήξεσθαι ἦν. δεῖται δὲ τοῦ θεοῦ, ὃ δὲ προσέταξε πρίασθαι μύραιναν ζῶσαν, καθεῖναι δὲ τὴν χεῖρα ἐς τὸ ζωγρεῖον. καὶ ὁ Κίσσος πείθεται καὶ καθίησιν, ἣ δὲ ἐμφῦσα εἴχετο, ἀποσπωμένη δὲ καὶ τὴν νόσον τὴν ἐν τῷ νεανίᾳ συναπέσπασεν. ὑπηρέτις μὲν δὴ θεοῦ θεραπείας ἡ μύραινα αὕτη γενομένη ἐς ἀκοὴν τὴν ἡμετέραν ἀφίκετο.

35 Χρύσερμον δὲ ἐπὶ Νέρωνος αἷμα ἀνεμοῦντα καὶ τηκόμενον ἤδη, αἷμα ταύρου πιόντα ἰάσατο ὁ αὐτὸς οὗτος θεός. ἐγὼ δὲ λέγω ταῦτα, ὅτι ἐς τοσοῦτον ἄρα τὰ ζῷα θεοφιλῆ ἐστιν, ὡς καὶ ὑπὸ τῶν θεῶν σώζεσθαι, καὶ σώζειν ἐκείνων βουλομένων ἑτέρους. ἀτὰρ οὖν καὶ Βάσιλιν τὸν Κρῆτα ἐς νόσον φθίσεως ἐμπεσόντα ἐξάντη τοῦ τοσούτου κακοῦ ὅδε ὁ θεὸς εἰργάσατο ὀνείων κρεῶν γευσάμενον. καὶ προσέπεσε γενέσθαι αὐτῷ κατὰ τὸ ὄνομα τοῦ ζῴου· ἔφατο γὰρ