Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/352

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

προμήκης τὸ σχῆμα, τὴν δὲ χρόαν πράσινός ἐστι, μέσην δὲ αὐτὴν διείληφε χρυσοειδὴς γραμμή.

25 Τῷ Πτολεμαίῳ τῷ δευτέρῳ, ὃν καὶ Φιλάδελφον καλοῦσι, βρέφος ἐλέφαντος δῶρον ἐδόθη, καὶ τῇ φωνῇ ἐνετράφη τῇ Ἑλλάδι, καὶ λαλούντων συνίει. ἐπεπίστευτο δὲ πρὸ τοῦδε τοῦ ζῴου τῆς Ἰνδῶν μόνης φωνῆς ἐπαΐειν τοὺς ἐλέφαντας.

26 Ἔοικε δὲ ἄρα καὶ ἐν τοῖς ἀλόγοις ὑπὸ τῆς φύσεως προτιμᾶσθαι τὸ ἄρρεν. ἔχει γοῦν ὁ μὲν δράκων ὁ ἄρρην τὸν λόφον καὶ τὴν ὑπήνην, ὁ δὲ ἀλεκτρυὼν καὶ οὗτος τὸν λόφον καὶ τὰ κάλλαια, ὁ δὲ ἔλαφος τὰ κέρατα, τὴν χαίτην ὁ λέων, ὁ τέττιξ τὴν φωνήν.

27 Ὑπόθεσις μὲν τοῖς Ἀχαιοῖς καὶ τοῖς Τρωσὶ τοῦ πολέμου ἡ Διὸς Ἑλένη φασί, καὶ Πέρσαις πρὸς τοὺς Ἕλληνας Ἄτοσσα ἡ Δαρείου γυνὴ ποθήσασα θεραπαίνας κτήσασθαι Ἀττικάς, καὶ τοῦ μακροῦ πολέμου τοῖς Ἕλλησι τὸ πινάκιον τὸ κατὰ τῶν Μεγαρέων. Μάγνητας δὲ καὶ Ἐφεσίους ἐς πόλεμον ἀκρὶς ἐξῆψε, περιστερὰ δὲ Χάονας καὶ Ἰλλυριούς, Θηβαῖοι δ᾽ οἱ ἐν Αἰγύπτῳ πρὸς Ῥωμαίους ὑπὲρ κυνὸς πολεμῆσαι λέγονται.

28 Λέγει τις λόγος Πυθοχάρην τὸν αὐλητὴν ἀναστεῖλαι λύκων ὁρμὴν αὐλήσαντα σύντονον καὶ γενναῖον αὔλημα. μυιῶν δὲ πλῆθος ἀνέστησε Μεγαρέας, Φασηλίτας δὲ σφῆκες, σκολόπενδραι δὲ Ῥοιτιεῖς.

29 Πρόβατα ἄχολα ἐν τῷ Πόντῳ φασίν, ἐν δὲ τῇ Νάξῳ τῇ νήσῳ καὶ δίχολα.

30 Ὁ μέροψ ὁ ὄρνις ταύτῃ τοι δοκεῖ δικαιότερος εἶναι τῶν πελαργῶν· οὐ γὰρ ἀναμένει γηράσαντας τρέφειν τοὺς πατέρας, ἀλλ᾽ ἅμα τῷ φῦσαι τὰ ὠκύπτερα τοῦτο ἐργάζεται.

31 Ἴδιον δὲ ἄρα τῶν ζῴων καὶ ἐκεῖνο ἀγαθόν. πρό-