Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/346

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λάκις δὲ καὶ ἀνακλαύσαντος αὐτοῦ εἶτα τὴν σκάφην ᾗ ἐνέκειτο διέσεισε, παραμυθούμενος τῷ σεισμῷ τὸ βρέφος, οἷα δήπου φιλοῦσι καὶ αἱ τροφοὶ καὶ αἱ τίτθαι δρᾶν, ποιῶν, ὦ ἄνθρωποι, ὁ ἐλέφας.

15 Ζηλοτυπίαν ζῴων ἐνεργοτάτην διαφόρων ἐν καιρῷ οἶδα εἰπών, πορφυρίωνος καὶ κυνὸς καὶ μέντοι καὶ πελαργοῦ νὴ Δία ἐκ τρίτου· νῦν δὲ ἔοικα λέξειν ἐλέφαντος ὀργὴν ἐς γάμον ἀδικούμενον. μοιχευομένην γὰρ τὴν τοῦ πωλεύσαντος αὐτὸν καὶ τρέφοντος γυναῖκα ἐπ᾽ αὐτοφώρῳ καταλαβών, δι᾽ ἀμφοτέρων θάτερον διεὶς τοῖν κεράτοιν, ἀπέκτεινε καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην, καὶ εἴασε κεῖσθαι κατὰ τῶν στρωμάτων τῶν ὑβρισμένων καὶ τῆς εὐνῆς τῆς πεπατημένης, ὡς ἐλθόντα τὸν πωλευτὴν καταγνῶναι καὶ τὸ ἀδίκημα καὶ τὸν τιμωρήσαντα αὐτῷ γνωρίσαι. καὶ τοῦτο μὲν Ἰνδικὸν τὸ ἔργον, ἐκεῖθεν δὲ ἐξεφοίτησε δεῦρο· ἀκούω δὲ καὶ ἐπὶ Τίτου ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ ἐν τῇ Ῥώμῃ ταὐτὸν γεγονέναι· προστιθέασι δὲ ὅτι ἄρα ὁ ἐνθάδε ἐλέφας ἀπέκτεινεν ἀμφοτέρους, καὶ ἱματίῳ κατεκάλυψε, καὶ ἐλθόντι τῷ τροφεῖ ἀποβαλὼν τὸ ἱμάτιον κειμένους ἀλλήλων πλησίον ἀπέδειξε, καὶ τὸ κέρας δέ, ᾧπερ οὖν διέπειρεν αὐτούς, καὶ τοῦτο ᾑμαγμένον ἑωρᾶτο.

16 Ἴδιον δὲ ἦν ἄρα τῶν δρακόντων καὶ ἡ μαντική. ἐν γοῦν Λαουινίῳ τῷ πολίσματι, ὅπερ τῆς Λατίνων χώρας ἐστί (κέκληται δὲ ἀπὸ τῆς Λατίνου θυγατρὸς Λαουινίας, ἡνίκα Λατῖνος Αἰνείᾳ συνεμάχησε κατὰ τῶν καλουμένων Ῥουτουλῶν, εἶτα ἐνίκησεν αὐτούς· ᾤκισε δὲ Αἰνείας ὁ Ἀγχίσου ὁ Τρὼς τὴν πόλιν τὴν προειρημένην, εἴη δ᾽ ἂν τῆς Ῥώμης μητρομήτωρ, ὡς ἂν εἴποι τις· ἐντεῦθεν γὰρ ὁρμηθεὶς Ἀσκάνιος ὁ Αἰνείου καὶ Κρεούσης τῆς Τρωάδος ᾤκισε τὴν Ἄλ-