Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/345

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ Ἀριστοτέλης ὅτι κἂν ἁλῷ καὶ δεθῇ καὶ ἐν τῇ σκάφῃ ᾖ, πολλοὶ περινήχονται δελφῖνες τὴν ἁλιάδα, καὶ ἐς τοσοῦτον πηδῶσί τε καὶ σκιρτῶσι δίκην ἱκετῶν, ἔστε παθεῖν τι τοὺς ἁλιέας, καὶ οἰκτεῖραι μὲν τὸν δεσμώτην, εἶξαι δὲ τοῖς δεομένοις καὶ ἀπολῦσαι αὐτοῖς τὸν ᾑρημένον.

13 Δάφνιδος τοῦ βουκόλου τοῦ Συρακοσίου παθόντος ὑπὸ τῆς νύμφης ταῦτα δήπου τὰ ὑμνούμενα, πέντε τροφίμους κύνας, τὸν Σάννον καὶ τὸν Πόδαργον καὶ τὴν Λαμπάδα καὶ τὸν Ἄλκιμον καὶ τὸν Θέοντα, θεασαμένους τοῦ δεσπότου τὰς πάθας ἐπ᾽ αὐτῷ θάνατον ἑλέσθαι φασί, καὶ πολλὰ μὲν ὀδύρασθαι πρότερον, κλαῦσαι δὲ πάμπολλα.

14 Διάφορα μὲν καὶ ποικίλα τῆς τῶν ἐλεφάντων ἰδιότητος ἄνω μοι λέλεκται· νῦν δὲ εἰρήσεται ὅτι καὶ μνήμην ἀγαθόν ἐστι τὸ ζῷον τοῦτο, καὶ ἐντολὰς φυλάξαι οἶδε καὶ μὴ ψεύσασθαι τὴν τῶν παρακαταθεμένων ὅ τι οὖν αὐτῷ προσδοκίαν τε καὶ ἐλπίδα. ὅτε γοῦν Ἀντίγονος ἐπολιόρκει Μεγαρέας, ἑνὶ τῶν ἐλεφάντων τῶν πολεμικῶν συνετρέφετο καὶ θῆλυς, ὄνομα Νίκαια. ταύτῃ τοίνυν ἡ τοῦ τρέφοντος αὐτὸν γυνὴ παιδίον, ὃ ἔτυχε τεκοῦσα πρὸ ἡμερῶν τριάκοντα, παρακατέθετο φωνῇ τῇ Ἰνδῶν, ἧς ἀκούουσιν ἐλέφαντες. ὃ δὲ καὶ ἐφίλει τὸ παιδίον καὶ ἐφύλαττε, καὶ κειμένου πλησίον ἥδετο, καὶ κνυζωμένου παρέβλεπε, καὶ καθεύδοντος τῇ προβοσκίδι τὰς μυίας ἀπεσόβει καλάμου κλαδὶ τοῦ παραβαλλομένου ἐς τροφήν· εἰ δὲ μὴ παρῆν τὸ βρέφος, τότε καὶ τροφὴν ἀνεστέλλετο. οὐκοῦν ἔδει τὴν τρέφουσαν αὐτὸ ἐμπλῆσαι μὲν τοῦ γάλακτος, παραθεῖναι δὲ τῷ κηδεμόνι, ἢ πάντως ἀγανακτῶν ἡ Νίκαια ἦν δῆλος καὶ τεθυμωμένος καί τι καὶ δρασείων τῶν δεινῶν. πολ-