Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/342

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

θεοπρεποῦς οὐκ εὐσύμβολα ταῦτα ὀφθαλμοῖς ὄντα. ὅταν δὲ διαρρεύσῃ ἡ φήμη τὸν θεὸν Αἰγυπτίοις τετέχθαι λέγουσα, τῶν γραμματέων τῶν ἱερῶν τινες, οἷσπερ οὖν μάθημα παιδὶ ἐκ πατρὸς παραδοθὲν ἀκριβοῦν τὸν ὑπὲρ τῶν σημείων ἔλεγχον, ἥκουσιν ἐνταῦθα, οὗ τῆς θεοφιλοῦς βοὸς τὸ βρέφος ἐτέχθη, καὶ κατά γε τὴν ὑφήγησιν τὴν Ἑρμοῦ τὴν πρεσβυτάτην οἰκίαν ἐγείρουσιν, ἔνθα δήπου καὶ διαιτήσεται τήν γε πρώτην, ἐς ἡλίου μὲν. ἀνατολὰς ὁρῶσαν, τροφὰς δὲ τὰς τοῦ βρέφους ὑποδέξασθαι καὶ μάλα γε ἱκανήν· τεττάρων γὰρ δεῖ μηνῶν ἐν γάλαξι τόνδε εἶναι τὸν μόσχον. ἐπὰν δὲ γένηται ἐκτραφείς, ἐνταῦθά τοι ὑπανισχούσης σελήνης νέας ἀπαντῶσι γραμματεῖς ἱεροὶ καὶ προφῆται, καὶ μέντοι καὶ ναῦν ἀνὰ ἔτος ἐς τοῦτο τῷδε τῷ δαίμονι ἱερὰν κοσμοῦσι, καὶ ταύτῃ πορθμεύουσιν αὐτὸν ἐς Μέμφιν, ἔνθα φίλτατα ἤθη αὐτῷ καὶ διατριβαὶ κεχαρισμέναι καὶ ἐνηβητήρια καὶ δρόμοι καὶ κονίστραι καὶ γυμνάσια καὶ θηλειῶν βοῶν ὡραίων οἶκοι καὶ φρέαρ καὶ κρήνη ποτίμου νάματος· οὐ γάρ οἵ φασιν οἱ θεραπευταί τε καὶ ἱερεῖς λυσιτελεῖν ἀεὶ Νειλῴου πίνειν· καὶ γὰρ πιαίνεσθαι γλυκέος τούτου τοῦ ῥεύματος καὶ ἐς ὄγκον σαρκῶν ὄντος ἀγαθοῦ. πομπὰς δὲ ἃς πέμπουσι, καὶ ἱερουργίας ἃς ἐπιτελοῦσι τοῦ νέου δαίμονος τὰ θεοφάνια θύοντες Αἰγύπτιοι, καὶ χορείας ἃς χορεύουσι, καὶ θαλίας καὶ πανηγύρεις ἃς ἐπιτελοῦσι, καὶ ὅπως αὐτοῖς καὶ πόλις ἅπασα καὶ κώμη δι᾽ εὐφροσύνης ἔρχεται, μακρὰ ἂν εἴη λέγειν. ἐκεῖνος δέ, ἐν ὅτου τῇ ἀγέλῃ τόδε τὸ θεῖον ἐγένετο ζῷον, δοκεῖ τε εὐδαίμων καὶ ἔστιν, ἄγουσί τε Αἰγύπτιοι θαυμαστόν γε αὐτόν. μάντις δὲ ἦν ἄρα ἀγαθὸς ὁ Ἆπις, οὐ καθίζων μὰ Δία κόρας ἢ πρεσβυτέρας γυναῖκας ἐπί τινων τριπόδων, οὐδὲ