Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/341

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

10 Εἶτα κύκνων μὲν τῶν Ῥιπαίων τῶν ἐν τοῖς Ὑπερβορέοις, ἐπεὶ λατρεύουσι τῷ Διὸς καὶ Λητοῦς ὁσημέραι φιλοπόνως, ἐποιησάμην μνήμην, ταύρου δὲ ἱεροῦ, ὅνπερ οὖν ἐκθεοῦσιν Αἰγύπτιοι, οὐκ ἐροῦμεν τὰ ἴδια; καὶ πῶς ἡμᾶς οὐκ ἂν μέμψαιτο καὶ ἡ συγγραφὴ καὶ ἡ φύσις, ἧς καὶ τοῦτο ἔργον τε καὶ δῶρον; ἀλλὰ μήσιός γε οὐδὲ ταύτῃ ῥᾴθυμον, καὶ εἰκότως εἰρήσεται καὶ ἡ θεολογία ἥδε. θεὸς Αἰγυπτίοις ἐναργέστατος ὁ Ἆπις εἶναι πιστεύεται. γίνεται δὲ ἐκ βοός, ἐς ἣν οὐράνιον σέλας ἐμπεσὸν σπορᾶς αἴτιόν ἐστι τῷ προειρημένῳ. καὶ Ἕλληνες μὲν αὐτὸν καλοῦσιν Ἔπαφον, καὶ γενεαλογοῦσίν οἱ μητέρα Ἰὼ τὴν Ἀργείαν τὴν Ἰνάχου· Αἰγύπτιοι δὲ ἐκβάλλουσι τὸν λόγον ὡς ψευδῆ, καὶ χρῶνται τῷ χρόνῳ μάρτυρι. φασὶ γὰρ Ἔπαφον μὲν ὀψὲ καὶ κάτω γενέσθαι, τὸν δὲ Ἆπιν τὸν πρῶτον μυριάδας ἐτῶν παμπόλλας τὴν ἐς ἀνθρώπους ἐπιδημίαν προειληφέναι. σημεῖα δὲ αὐτοῦ καὶ γνωρίσματα λέγει μὲν καὶ Ἡρόδοτος καὶ Ἀρισταγόρας, οὐχ ὁμολογοῦσι δὲ αὐτοῖς Αἰγύπτιοι· ἐννέα καὶ εἴκοσι γὰρ αὐτὰ εἶναί φασι καὶ ἐμπρέπειν τῷδε τῷ ἱερῷ βοΐ. τίνα δὲ ταῦτά ἐστι καὶ ὅπως διέσπαρται κατὰ τοῦ σώματος τοῦ ζῴου, καὶ ὅντινα τρόπον οἱονεὶ διήνθισται αὐτοῖς, ἀλλαχόθεν εἴσεσθε· ὅτου δὲ τῶν ἀστέρων ἕκαστον σημεῖον διὰ συμβόλων αἰνίττεται τὴν φύσιν, Αἰγύπτιοι τεκμηριῶσαι ἱκανοί. καὶ γὰρ τοι καὶ τὴν ἄνοδον τὴν τοῦ Νείλου ὑποδηλοῦν σημεῖά φασι καὶ τὸ τοῦ κόσμου σχῆμα· ἀλλ᾽ ὄψι τι καὶ σύμβολον, ὡς ἐκεῖνοι λέγουσιν, ὅπερ οὖν αἰνίττεται τοῦ φωτὸς εἶναι τὸ σκότος πρεσβύτερον. καὶ τὸ μηνοειδὲς τῆς σελήνης κατηγορεῖ σχῆμα τῷ συνιέντι σημεῖον ἄλλο, καὶ ἄλλα δὲ ἐπὶ τούτοις ἄλλων αἰνίγματα βεβήλοις τε καὶ ἀμαθέσιν ἱστορίας