Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/334

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ πάρεισι μὲν ἐς τὴν φάραγγα οὐδαμῶς μνήμῃ τε τῆς φωνῆς τῆς προσπεσούσης αὐτοῦ ταῖς ἀκοαῖς καὶ δέει. στρέφοντι δ᾽ ἐν ἑαυτῷ βουλὴν καὶ διαποροῦντι τίς ἦν ἄρα ὁ τῇ προτεραίᾳ ἀναστείλας αὐτὸν τῆς ἐπὶ τὴν ἄγραν ὁρμῆς, καὶ περιβλέποντι οἷα εἰκὸς ἢ νομέας ὀρείους ἢ θηρατὰς ἑτέρους, μέγα τι χρῆμα ὁρᾶται δράκων τὸ μὲν πλεῖστον τοῦ σώματος ἐπισύρων, ὀλίγην δὲ ἀνατείνας ὡς πρὸς αὐτὸ τὴν δέρην ῾καὶ ἦν ἡ δέρη σὺν τῇ κεφαλῇ ὑπὲρ τέλειον ἄνδρα τὸ μέγεθοσ᾽, εἶτα ὀφθεὶς ἐξέπληξεν. οὐ μὴν ἐς φυγὴν ὁ Πίνδος ἐξώρμησεν, ἀλλ᾽ ἀθροίσας ἑαυτὸν σοφίᾳ περιέρχεται τὸν θῆρα· τῶν γὰρ ὀρνίθων ὧν θηράσας ἔτυχε προσήγαγε, καὶ προύτεινέν οἱ ξένια ταῦτα καὶ ἑαυτοῦ ζωάγρια. ὁ δέ, οἷα δήπου τοῖς δώροις μειλιχθεὶς καὶ καταγοητευθεὶς ὡς ἂν εἴποις, ᾤχετο ἀπιών. ταῦτα τὸν νεανίαν ἧσε, καὶ τὸ ἐντεῦθεν ἀπέφερε τῷ δράκοντι μισθὸν σωτηρίας, ὡς ἄνθρωπος ἀγαθός, ὧν εἶχε θηραμάτων ἀπαρχὰς κεχαρισμένας ἢ τῆς ἄγρας τῆς ὀρείου ἢ τῆς πτηνῆς. καὶ τῷ μὲν τὰ τῆς προειρημένης δωροφορίας ἐνεργότατα ἦν, ὑπήρχετο δὲ καὶ τὰ ἐκ τοῦ δαίμονος εὐθενεῖσθαι τῷ Πίνδῳ, καὶ ὁσημέραι χωρεῖν ἐς τὸ σοβαρώτερον· θηρῶντι γὰρ ἀπήντων εὐθηρίαι, ὅσαι τε τῶν ἐν ταῖς ὕλαις ζῴων, τῶν τε ὀρνίθων ὅσαι. ἦν οὖν αὐτῷ καὶ περιβολή, καὶ διεῖρπε μέντοι καὶ κλέος ὡς ὁμόσε τοῖς θηρίοις ἰόντος καὶ ἀτρέπτως αἱροῦντος αὐτά· ἦν δὲ καὶ ἰδεῖν μέγας καὶ οἷος ἐκπλῆξαι τῷ τε ὄγκῳ τοῦ σώματος καὶ τῇ εὐεξίᾳ προσέτι, τῇ δὲ ὥρᾳ τὸ θῆλυ πᾶν ἀναφλέγων καὶ ἐς ἑαυτὸν ἐξάπτων ἦν δῆλος. καὶ ἐφοίτων ἐπὶ θύρας τὰς ἐκείνου οἷα δήπου βεβακχευμέναι ὅσον μὲν τῶν γυναικῶν ἦν χῆρον, αἵ γε μὴν συνοικοῦσαι τοῖς γεγαμηκόσι φρουρούμεναι μὲν