Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/333

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μιωτάτοις ἀνθρώπῳ ζῴοις, ἀσπίδι καὶ κροκοδείλῳ, ἔχθιστον ὁ ἰχνεύμων, καὶ τόν γε πόλεμον αὐτῶν ἀνωτέρω εἶπον. λέγονται δὲ οἱ ἰχνεύμονες ἱεροὶ εἶναι Λητοῦς καὶ Εἰλειθυιῶν· σέβουσι δὲ αὐτοὺς Ἡρακλεοπολῖται, ὥς φασιν.

48 Λυκάονι τῷ βασιλεῖ τῆς Ἠμαθίας γίνεται παῖς, ὄνομα Μακεδών, ἐξ οὗ καὶ ἡ χώρα κέκληται μετὰ ταῦτα τὸ ἀρχαῖον ὄνομα οὐκέτι φυλάξασα. τούτῳ δὲ ἄρα παῖς ἀνδρεῖος ἦν καὶ κάλλει διαπρεπής, Πίνδος ὄνομα· ἦσαν δέ οἱ καὶ ἄλλοι παῖδες, ἀνόητοι δὲ οὗτοι τὴν ψυχὴν καὶ τὸ σῶμα οὐ ῥωμαλέοι, οἵπερ οὖν χρόνῳ ὕστερον βασκήναντες τἀδελφῷ τῆς τε ἀρετῆς καὶ τῆς ἄλλης εὐδαιμονίας ἐκεῖνον μὲν διέφθειραν, ἑαυτοὺς δὲ ἐπαπώλεσαν διδόντες δίκην κατὰ τὴν Δίκην. αἰσθόμενος γὰρ ὅδε ὁ Πίνδος τὴν ἐκ τῶν ἀδελφῶν ἐς ἑαυτὸν ἐπιβουλήν, τὴν πατρῴαν ἀρχὴν ἀπέλιπεν, ᾤκει δὲ ἐν χώρῳ, καὶ ἦν τῇ τε ἄλλῃ ῥωμαλέος, καὶ οὖν καὶ κυνηγετικὸς ἦν. καί ποτε ἐθήρα νεβρούς. καὶ οἳ μὲν ἔθεον ᾗ ποδῶν εἶχον, ὃ δὲ μεταδιώκων εἶτα μέντοι τὸν ἵππον ἀνὰ κράτος ἤλαυνε, καὶ τῶν μὲν συνθηρατῶν ἀποσπᾷ πολύ, οἱ νεβροὶ δὲ ἐς φάραγγα κοίλην τε καὶ βαθυτάτην ἐσδύντες καὶ ἑαυτοὺς σώσαντες ἀπὸ τῆς ὄψεως τοῦ διώκοντος ἠφανίσθησαν. οὐκοῦν ἀποπηδήσας τοῦ ἵππου ὁ Πίνδος ἐκεῖνον μὲν τοῦ ῥυμοῦ πρός τι τῶν παρεστώτων ἐξῆψε δένδρων, αὐτὸς δὲ οἷος ἦν τὴν φάραγγα διερευνᾶν καὶ μαστεύειν τοὺς προειρημένους. εἶτα ἀκούει φωνῆς, καὶ ἔλεγεν αὕτη ῾τῶν νεβρῶν μὴ ἅψαἰ. οὐκοῦν ἐπεὶ πολλὰ περιβλέψας οὐδὲν ἐθεάσατο, ἔδεισε τὸ φώνημα ὡς ἔκ τινος αἰτίας κρείττονος προσπεσόν. καὶ τότε μὲν ᾤχετο ἀπιὼν καὶ τὸν ἵππον ἀπάγων, τῇ δὲ ὑστεραίᾳ μόνος ἀφικνεῖται,