Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/325

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῦ πρώτου τὴν θεοσυλίαν ταύτην τετολμηκότος. μισοῦσι δὲ οἱ αὐτοὶ θεραπευταὶ τοῦ Διὸς τοῦ προειρημένου καὶ τὸν ὄρυγα. τὸ δὲ αἴτιον, ἀποστραφεὶς πρὸς τὴν ἀντολὴν τὴν τοῦ ἡλίου τὰ περιττὰ τῆς ἑαυτοῦ τροφῆς ἐκθλίβει φασὶν Αἰγύπτιοι. λέγουσι δὲ οἱ Πυθαγόρειοι ὑπὲρ τοῦ ὄνου καὶ ἐκεῖνο, μόνον τοῦτον τῶν ζῴων μὴ γεγονέναι κατὰ ἁρμονίαν· ταύτῃ τοι καὶ πρὸς τὸν ἦχον τὸν τῆς λύρας εἶναι κωφότατον. ἤδη δὲ αὐτόν τινες καὶ τῷ Τυφῶνι προσφιλῆ γεγονέναι φασί. λέγουσι δὲ καὶ ἐκείνην αἰτίαν τῷ ὄνῳ προσάπτειν πρὸς τοῖς προειρημένοις. πᾶν τὸ γόνιμον τετίμηται, ἐναντίως δὲ ἄρα πρὸς ταῦτα πέφυκε τὸ ζῷον τοῦτο. δίδυμα γοῦν ὄνον τεκοῦσαν οὐ ῥᾳδίως μέμνηταί τις λόγος.

29 Ἴδιον δὲ ἐν Αἰγυπτίοις λόγοις ἴβεως καὶ ἐκεῖνο προσακήκοα. ὅταν ὑποκρύψηται τὴν δέρην καὶ τὴν κεφαλὴν τοῖς ὑπὸ τῷ στέρνῳ πτεροῖς, τὸ τῆς καρδίας σχῆμα ἀπεμάξατο. ἄλλως τε καὶ ὅτι εἰσὶ τοῖς ἐπὶ λύμῃ καὶ ἀνθρώπων καὶ καρπῶν ζῴοις γεγενημένοις ἔχθισται ἤδη που καὶ ἄνω εἶπον. μίγνυνται δὲ τοῖς στόμασι, καὶ παιδοποιοῦνται τὸν τρόπον τοῦτον. λέγουσι δὲ Αἰγύπτιοι ῾καὶ ἐμέ γε οὐ ῥᾳδίως ἔχουσι πειθόμενον᾽ λέγουσι δ᾽ οὖν τοὺς ταῖς ταριχείαις τῶν ζῴων ἐφεστῶτας καὶ δεινοὺς τήνδε τὴν σοφίαν ὁμολογεῖν τὸ τῆς ἴβεως ἔντερον ἓξ εἶναι πήχεων καὶ ἐνενήκοντα. διαβαίνειν δὲ κατὰ πῆχυν αὐτὴν προσακήκοα βαδίζουσαν. σελήνης δὲ ἐκλιπούσης καταμύει, ἔστ᾽ ἂν ἡ θεὸς αὖθις ἀναλάμψῃ. καὶ τῷ Ἑρμῇ δέ φασι τῷ πατρὶ τῶν λόγων φιλεῖται, ἐπεὶ ἔοικε τὸ εἶδος τῇ φύσει τοῦ λόγου· τὰ μὲν γὰρ μέλανα ὠκύπτερα τῷ τε σιγωμένῳ καὶ ἔνδον ἐπιστρεφομένῳ λόγῳ παραβάλλοιτο ἄν, τὰ δὲ λευκὰ τῷ προφερομένῳ τε