Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/324

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῆς Λητοῦς μεταβαλούσης τὸ εἶδος ἐς λύκαιναν. ταύτῃ τοι λέγει καὶ Ὅμηρος λυκηγενέι κλυτοτόξῳ· ταύτῃ τοι καὶ ἐν Δελφοῖς ἀνακεῖσθαι λύκον πέπυσμαι χαλκοῦν τὴν τῆς Λητοῦς ὠδῖνα αἰνιττόμενον. οἳ δὲ οὐ διὰ τοῦτό φασιν ἀλλὰ ἐπεὶ κλαπέντα ἀναθήματα ἐκ τοῦ νεὼ καὶ κατορυχθέντα ὑπὸ τῶν ἱεροσύλων λύκος κατεμήνυσε. παρελθὼν γὰρ ἐς τὸν νεὼν καὶ τῶν προφητῶν τινα τῆς ἐσθῆτος τῆς ἱερᾶς ἑλκύσας τῷ στόματι καὶ προσαγαγὼν μέχρι τοῦ τόπου ἐν ᾧ τὰ ἀναθήματα ἐκέκρυπτο εἶτα τοῖς προσθίοις ὤρυττεν αὐτόν.

27 Κώμη Αἰγυπτία Χουσαὶ τὸ ὄνομα ῾τελεῖ δὲ ἐς τὸν Ἑρμουπολίτην νομόν, καὶ μικρὰ μὲν δοκεῖ, χαρίεσσά γε μήν᾽, ἐν ταύτῃ σέβουσιν Ἀφροδίτην Οὐρανίαν αὐτὴν καλοῦντες. τιμῶσι δὲ καὶ θήλειαν βοῦν, καὶ τὴν αἰτίαν ἐκείνην λέγουσι. πεπιστεύκασιν αὐτὰς προσήκειν τῇδε τῇ δαίμονι· πτοίαν γὰρ ἐς ἀφροδίσια ἰσχυρὰν ἔχει βοῦς θῆλυς, καὶ ὀργᾷ τοῦ ἄρρενος μᾶλλον. ἀκούσασα γοῦν τοῦ μυκήματος ἐς τὴν μίξιν θερμότατα ἐξηνέμωται καὶ ἐκπέφλεκται. καὶ οἱ ταῦτά γε συνιδεῖν δεινοὶ καὶ ἀπὸ τριάκοντα σταδίων ἀκούειν ταύρου βοῦν ἐρωτικὸν σύνθημα καὶ ἀφροδίσιον μυκωμένου φασί. καὶ αὐτὴν δὲ τὴν Ἶσιν Αἰγύπτιοι βούκερων καὶ πλάττουσι καὶ γράφουσιν.

28 Σάλπιγγος ἦχον βδελύττονται Βουσιρῖται καὶ Ἄβυδος ἡ Αἰγυπτία καὶ Λύκων πόλις, ἐπεί πως ἔοικεν ὄνῳ βρωμωμένῳ. ἀλλὰ καὶ ὅσοι περὶ τὴν θρησκείαν ἔχουσι τὴν τοῦ Σαράπιδος μισοῦσι τὸν ὄνον. τοῦτό τοι καὶ Ὦχος ὁ Πέρσης εἰδὼς ἀπέκτεινε μὲν τὸν Ἆπιν, ἐξεθέωσε δὲ τὸν ὄνον, ἐς τὰ ἔσχατα λυπῆσαι θέλων τοὺς Αἰγυπτίους. ἔδωκε δὲ ἄρα καὶ αὐτὸς δίκας τῷ ἱερῷ βοῒ οὐ μεμπτὰς οὐδὲ ἥττονας Καμβύσου