Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/322

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βαδίζουσαι καὶ μόνον οὐ πατοῦσαι τοὺς προειρημένους σκορπίους εἶτα μέντοι ἀπαθεῖς διαμένουσι. σέβουσι δὲ ἄρα οἱ αὐτοὶ Κοπτῖται καὶ θηλείας δορκάδας καὶ ἐκθεοῦσιν αὐτάς, τοὺς δὲ ἄρρενας καταθύουσιν. ἄθυρμα δὲ εἶναι τὰς θηλείας τῆς Ἴσιδός φασιν.

24 Ὁ κροκόδειλος (καὶ μέντοι καὶ ταῦτα πρὸς τοῖς ἤδη διηνυσμένοις ὑπὲρ τοῦ ζῴου ἀκήκοἀ) φύσει δειλός ἐστι καὶ κακοήθης δὲ καὶ πανοῦργος δεινῶς· καὶ ἁρπάζει μὲν καὶ ἐπιβουλεύει μάλα ὀξέως, πέφρικε δὲ τοὺς κτύπους πάντας, δέδοικε δὲ καὶ ἀνθρώπου βιαιοτέραν βοήν, καὶ μέντοι καὶ τοὺς εὐθαρσέστερον ἐπιόντας ὀρρωδεῖ ἰσχυρῶς. οἱ τοίνυν καλούμενοι κατὰ τὴν Αἴγυπτον Τεντυρῖται ἴσασι καὶ ὅθεν εὐχείρωτόν ἐστι τὸ θηρίον· μάλιστα δ᾽ ἂν τρωθείη ἐς δέον ὀφθαλμοὺς βληθεὶς ἢ μασχάλας καὶ μέντοι καὶ τὴν νηδύν. τὰ νῶτα δὲ πέφυκε καὶ τὴν οὐρὰν ἄρρηκτος· λεπίσι τε γὰρ καὶ φολίσι πέφρακται καὶ ὡς ἂν εἴποι τις ὥπλισται, καὶ ἐοίκασιν ὀστράκοις καρτεροῖς ἢ κόγχαις. οἱ τοίνυν προειρημένοι οὕτως εἰσὶ φιλόπονοι πρὸς τὴν αὐτῶν θηράν, ὡς τὸν ἐκεῖθι ποταμὸν εἰρήνην ἅγειν αὐτῶν βαθυτάτην. ἐνταῦθά τοι καὶ θαρροῦντες νήχονται, καὶ ἀθύρουσιν ἐν τῇ νήξει. ἐν Ὀμβίταις δὲ ἢ Κοπτίταις ἢ Ἀρσενοΐταις οὐδ᾽ ἀπονίψασθαι πόδας ῥᾴδιον, οὐδὲ ἀρύσασθαι ὕδωρ εὔκολον· ἀλλ᾽ οὐδὲ ταῖς ὄχθαις τοῦ ποταμοῦ ἔστιν ἐμβαδίσαι ἐλευθέρως καὶ ἀφυλάκτως. σέβουσι δὲ οἱ Τεντυρῖται ἱέρακας. οὐκοῦν οἱ Κοπτὸν οἰκοῦντες ὡς κροκοδείλων πολεμίους λυπεῖν προῃρημένοι πολλάκις ἀνασταυροῦσιν ἱέρακας. εἰκάζουσι δὲ τὸν μὲν κροκόδειλον ἐκεῖνοι ὕδατι, ἔνθεν τοι καὶ σέβουσιν· οἳ δὲ τὸν ἱέρακα πυρί, ταύτῃ τοι καὶ προσκυνοῦσι·