Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/319

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δοκοῦσιν, οὐδὲ ἐπιτρέπει ταῦτα ὁρᾶσθαι τὴν θάλατταν. βραχέα δέ ἐστι καὶ οὐκ ἀγχιβαθῆ τὰ πρὸ τῆς χώρας, ἐξ ἧς ἀνάγκη πλεῖν αὐτούς, καὶ αἱ ναῦς ἀφεστᾶσιν αἱ φορτίδες· καὶ διὰ ταῦτα τῆς γεφύρας δεῖ καὶ τῆς μηχανῆς τε καὶ ἐπιβουλῆς τῆς διὰ τῶν κλάδων καὶ τῆς ὕλης τῆς προειρημένης.

18 Ἀκούω τὸν κριὸν τὸ ζῷον ἓξ μηνῶν χειμεριωτάτων κατὰ τῆς ἀριστερᾶς πλευρᾶς κεῖσθαι καὶ καθεύδειν, ὅταν αὐτὸν αἱρῇ καὶ περιλαμβάνῃ ὕπνος, ἀπὸ δὲ τῆς ἐαρινῆς ἰσημερίας ἔμπαλιν ἀναπαύεσθαι, καὶ κατὰ τῆς δεξιᾶς κεῖσθαι. οὐκοῦν καθ᾽ ἑκατέραν ἰσημερίαν τὴν κατάκλισιν ἀμείβει ὁ κριός.

19 Τοὺς ἰχθῦς τοὺς φάγρους Συηνῖται μὲν ἱεροὺς νομίζουσιν, οἱ δὲ οἰκοῦντες τὴν καλουμένην Ἐλεφαντίνην τοὺς μαιώτας· φῦλον δὲ ἄρα καὶ τοῦτο ἰχθύων. ἡ δὲ ἐς ἑκάτερον τὸ γένος ἐξ ἀμφοτέρων τιμὴ τὴν γένεσιν εἴληφεν ἐντεῦθεν. ἀνιέναι τε καὶ ἀναπλεῖν τοῦ Νείλου μέλλοντος οἳ δὲ προθέουσί τε καὶ νήχονται, οἱονεὶ τοῦ νέου ὕδατος ἄγγελοι, καὶ τὰς τῶν Αἰγυπτίων ἀνηρτημένας γνώμας προευφραίνουσι καλαῖς ἐλπίσι, τὴν ἐπιδημίαν τοῦ ῥεύματος πρῶτοι συνιέντες καὶ θαυμαστῇ τινι φύσει προμαντευόμενοι ἐκεῖνοί γε. ἤδη δὲ καὶ τοῦτο ὑπὲρ τῆς ἐς αὐτοὺς τιμῆς φιλοῦσι προστιθέναι οἱ προειρημένοι, λέγοντες αὐτοὺς διαμένειν ἀλλήλων ἀγεύστους.

20 Γίνονται δὲ ἄρα ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ κόγχαι καὶ ἕτεραι, οὐ λεῖαι τὰ ὄστρακα, ἀλλὰ ἔχουσαί τινας ἐντομὰς καὶ κοιλάδας. ὀξεῖαι δὲ αὗται τὰ χείλη εἰσί, καὶ συνιοῦσαι ἐς ἀλλήλας ἐμπίπτουσι, παραλλὰξ ἐντιθεῖσαι τὰς ἐξοχάς, ὡς δοκεῖν δύο πριόνων τοὺς κυνόδοντας ἐς ἀλλήλους συνέρχεσθαι. οὐκοῦν τῶν ἁλιέων ὅτου ἂν νηχομένου λάβωνται καὶ δάκωσιν ὅ