Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/316

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὖν ἀνοίξειε τις τὰς κόγχας, κρέας μὲν ἂν εὕροι, τῆς δὲ θήρας τὸ ἀγώνισμα οὐχ ἕξει. λίθῳ δὲ ἄρα ὁ μαργαρίτης ἔοικε πεπωρωμένῳ, καὶ ἔχειν ἐν ἑαυτῷ καὶ στέγειν ὑγρὸν οὐ πέφυκεν οὐδὲ ὀλίγον. δοκοῦσι δὲ ἄρα τοῖς τούτων καπήλοις καὶ τοῖς ὠνουμένοις οἱ ἄγαν λευκοὶ καὶ οἱ μεγάλοι κάλλιστοι καὶ τιμαλφέστατοι, καὶ πλούσιοί γε ἐξ αὐτῶν ἐγένοντο οὐ μὰ Δία ὀλίγοι οἷς ἐντεῦθέν ἐστιν ὁ βίος. οὐκ ἀγνοῶ δὲ οὐδὲ ἐκεῖνο, ὅτι ἄρα ἐξαιρεθέντων τῶν λίθων τῶνδε ἀφείθησαν αὖθις αἱ κόγχαι, οἱονεὶ λύτρα δοῦσαι τῆς ἑαυτῶν σωτηρίας τὸ σπούδασμα τὸ προειρημένον, εἶτα ὑπανέφυσαν αὖθις αὐτό. ἐὰν δὲ τὸ ζῷον τὸ τρέφον αὐτὸν πρὶν ἢ ἐξαιρεθῆναι τὸν μαργαρίτην ἀποθάνῃ, ὥς που λέγει τις λόγος, τῇ σαρκὶ μέντοι συσσήπεται καὶ ἐκεῖνος καὶ ἀπόλλυται. φύσει δὲ ἔχει τῆς περιφερείας τὸ λεῖον καὶ εὐπερίγραφον. εἰ δὲ ἐθέλοι τις τῶν πεφυκότων ἑτέρως τινὰ σοφίας τέχνῃ περιγράψαι τε καὶ λεῖον ἀποφῆναι τὸν λίθον, ὃ δὲ ἐλέγχει τὴν ἐπιβουλήν· οὐ γὰρ πείθεται, τραχύτητας δὲ ὑπαναφύει, καὶ ὅτι ἄρα ἐπιβεβούλευται ἐς κάλλος κατηγορεῖ ταύτῃ.

14 Αἰγύπτιοι τὸν ἱέρακα Ἀπόλλωνι τιμᾶν ἐοίκασι, καὶ τὸν μὲν θεὸν Ὧρον καλοῦσι τῇ φωνῇ τῇ σφετέρᾳ, τοὺς δὲ ὄρνιθας ἄγουσι θαυμαστούς, καὶ προσήκειν τῷ θεῷ τῷ προειρημένῳ φασὶν ὀρθῶς· οἱ γὰρ ἱέρακες ὀρνίθων μόνοι ταῖς ἀκτῖσι τοῦ ἡλίου ῥᾳδίως καὶ ἀβασανίστως ἀντιβλέποντες καὶ δυσωπούμενοι ἥκιστα πορείαν τε τὴν ἀνωτάτω ἴασι, καὶ αὐτοὺς ἡ θεία φλὸξ λυπεῖ οὐδὲ ἕν. καὶ ἀνάπαλιν μέντοι πέτεσθαι τὸν ἱέρακα οἱ ἰδόντες φασὶν ὡς ἐξ ὑπτίας νέοντα. ἔνθεν τοι καὶ πρὸς τὸν οὐρανὸν ὁρᾷ καὶ πρὸς τὸν πάντ᾽ ἐφορῶντα Ἥλιον μάλα ἐλευθέρως καὶ ἀτρέπτως