Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/305

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀθρόοι, ὥσπερ οὖν ἀγέλαι θρεμμάτων ἢ τάξεις ὁπλιτῶν ἰοῦσαι κατὰ ἴλας καὶ φάλαγγας, οἳ δὲ ἐν κόσμῳ κατὰ στοῖχον ἔρχονται, οἳ δέ, φαίης ἂν αὐτοὺς εἶναι λόχους. ἠρίθμηνται δὲ ἐς δεκάδας ἄλλοι καὶ ταύτῃ συννέουσιν· ἤδη δὲ νήχονται καὶ κατὰ ζεῦγός τινες. ἄλλοι δὲ οἰκουροῦσιν ἐν τοῖς φωλεοῖς καὶ ἐνταυθοῖ καταζῶσιν.

54 Πυνθάνομαι δὲ ὅτι ἄρα οἱ νομευτικὴν δεινοὶ ὅταν ἐθέλωσιν ἐπὶ πιμελὴν τὰ ζῷα ἐπιδοῦναι, ἀφαιροῦσιν αὐτῶν τὰ κέρατα. καὶ τοὺς τράγους ὅταν ἐθέλωσιν ἐς μίξιν προθυμοτέρους ἐργάσασθαι, μύρῳ χρίουσιν αὐτῶν τὰς ῥῖνας, καὶ τὰ γένεια μέντοι καὶ ἐκεῖνα χρίουσι τῶν αὐτῶν. πάλιν τε τῆς ἄγαν ὀρέξεως ἀναστέλλουσιν, ἐάν τις αὐτῶν μέσας τὰς οὐρὰς ἀποδήσῃ λίνῳ. Ἀριστοτέλης δέ φησι τὰς ἵππους ἐκβάλλειν τὰ ἔμβρυα, ἐὰν ἐπὶ πλέον ὀσφρήσωνται θρυαλλίδος λύχνου ἐσβεσμένης. ἀκούω δὲ ὅτι πρὸς τοὺς κύνας τοὺς οἰκουροὺς ἵνα μὴ ἀποδιδράσκωσι τετέχνασται ἐκεῖνο. τὴν οὐρὰν αὐτῶν καλάμῳ μετρήσαντες χρίουσι τὸν κάλαμον βουτύρῳ, εἶτα μέντοι διδόασιν αὐτοῖς περιλιχμήσασθαι αὐτόν. καὶ καταμένουσί φασιν ὥσπερ οὖν δεδεμένοι.

55 Ἴδια δὲ καὶ ἐκεῖνα κυνός. οὐχ ὑλακτοῦσιν, εἴ τις ἔχων οὐρὰν γαλῆς σὺν ἑαυτῷ εἶτα πρόσεισι, γαλῆς δ᾽ ἣν ἐθήρασε μέν, ἀποκόψας δὲ τὴν προειρημένην οὐρὰν εἶτα ἀφῆκε ζῶσαν αὐτήν. ὄνος δὲ οὐ βρωμήσεται, ἐὰν αὐτοῦ τῆς οὐρᾶς λίθον ἀπαρτήσῃς, ὥς φασιν.

56 Ἐν ὥρᾳ θερείῳ, πολλοῦ πάνυ σφόδρα τοῦ ἡλίου ἐνακμάζοντος, οἱ ἐλέφαντες ἀλλήλους χρίουσιν ἰλύι παχείᾳ, καὶ αὐτοῖς αὕτη ψῦχος τε παρέχει καὶ οἰκίας ὑπάντρου τινὸς ἢ δένδροις καὶ κλάδοις ἀμφιλαφοῦς